4.
Αὕτη μὲν οὖν ἐστιν ὡς κατ' ἐμὴν ἐπιστήμην ἡ πρώτη τῶν οὐρανίων οὐσιῶν διακόσμησις ἡ «κύκλῳ Θεοῦ» καὶ περὶ Θεὸν ὀιμέσως ἑστηκυῖα καὶ ἁπλῶς καὶ ἀκαταλήκτως περιχορεύουσα τὴν αἰώνιον αὐτοῦ γνῶσιν κατὰ τὴν ὑπερτάτην ὡς ἐν ἀγγέλοις ἀεικίνητον ἵδρυσιν, πολλὰς μὲν καὶ μακαρίας ὁρῶσα καθαρῶς θεωρίας, ἁπλᾶς δὲ καὶ ἀμέσους μαρμαρυγὰς ἐλλαμπομένη, καὶ θείας τροφῆς ἀποπληρουμένη, πολλῆς μὲν τῇ πρωτοδότῳ χύσει, μιᾶς δὲ τῇ ἀποικίλτῳ καὶ ἑνοποιῷ τῆς θεαρχικῆς ἑστιόισεως ἑνότητι, πολλῆς δὲ κοινωνίας Θεοῦ καὶ συνεργίας ἠξιωμένη τῇ πρὸς αὐτὸν ὡς ἐφικτὸν ἀφομοίωσει τῶν καλῶν ἕξεών τε καὶ ἐνεργειῶν, πολλὰ δὲ τῶν θείων ὑπερκειμένως γινώσκουσα καὶ θεαρχικῆς ἐπιστήμης καὶ γνώσεως ἐν μετουσίᾳ κατὰ τὸ θεμιτὸν γινομένη. Διὸ καὶ ὕμνους αὐτῆς ἡ θεολογία τοῖς ἐπὶ γῆς παραδέδωκεν ἐν οἷς ἱερῶς ἀναφαίνεται τὸ τῆς ὑπερτάτης αὐτῆς ἐλλάμψεως ὑπερέχον. Οἱ μὲν γὰρ αὐτῆς αἰσθητῶς εἰπεῖν «ὡς φωνὴ ὑδάτων» ὀιναβοῶσιν «Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ», οἱ δὲ τὴ πολυύμνητον ἐκείνην καὶ σεβασμιωτάτην ἀνακράζουσι θεολογίαν· «Ἅγιος ἅγιος ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ». Ταῦτας δὲ τὰς ὑπερτάτας τῶν ὑπερουρανίων νοῶν ὑμνολογίας ἤδη μὲν ἐν τοῖς «Περὶ τῶν θείων ὕμνων» ὡς ἐφικτὸν ἀνεπτύξαμεν, καὶ εἴρηται περὶ τούτων ἐν ἐκείνοις ὡς καθ' ἡμᾶς ἱκανῶς, ἀφ' ὧν εἰς ὑπόμνησιν ἀρκεῖ φάναι τοσοῦτον κατὰ τὸν παρόντα καιρόν, ὅτι τὴν θεολογικὴν ἐπιστήμην ἡ πρώτη διακόσμησις ὡς θεμιτὸν ἐλλαμφθεῖσα πρὸς τῆς θεαρχικῆς ἀγαθότητος, ταύτης ὡς ἀγαθοειδὴς ἱεραρχία καὶ τοῖς μετ' αὐτὴν ἑξῆς μεταδέδωκεν, ἐκεῖνο κατ' ἐπιτομὴν εἰπεῖν ὑφηγουμένη τὸ τὴν σεβασμίαν αὐτὴν καὶ ὑπερεύφημον καὶ πανεύφημον θεαρχίαν θεμιτὸν εὐλόγως εἶναι πρὸς τῶν θεοδόχων ὡς ἐφικτὸν γινώσκεσθαι καὶ ὑμνεῖσθαι νοῶν (οὗτοι γάρ εἰσιν ὡς θεοειδεῖς οἱ θεῖοι «τόποι» τῆς θεαρχικῆς ὡς τὰ Λόγιά φησι «καταπαύσεως») καὶ μὴν ὅτι μονάς ἐστι καὶ ἑνὰς τρισυπόστατος ἀπὸ τῶν ὑπερουρανίων οὐσιῶν ἄχρι τῶν ἐσχάτων τῆς γῆς διεῖσα τὴν ἀγαθωτάτην αὐτῆς ἐπὶ πάντα τὰ ὄντα πρόνοιαν ὡς πάσης οὐσίας ὑπεράρχιος ἀρχὴ καὶ αἰτία καὶ πάντων ὑπερουσίως ἀσχέτῳ συνοχῇ περιδεδραγμένη.