1.
Μετιτέον δὲ νῦν ἡμῖν ἐπὶ τὴν μέσην τῶν οὐρανίων νοῶν διακόσμησιν τὰς κυριότητας ἐκείνας ὑπερκοσμίοις ὀφθαλμοῖς ὡς ἐφικτόν ἐποπτεύουσι κᾳὶ τὰ ὄντως δυνατὰ θεάματα τῶν θείων ἐξουσιῶν καὶ δυνάμεων. Καὶ γὰρ ἑκάστη τῶν ὑπὲρ ἡμᾶς οὐσιῶν ἐπωνυμία τὰς θεομιμήτους αὐτῶν ἐμφαίνει τοῦ θεοειδοῦς ἰδιότητας. Τῶν μὲν οὖν ἁγίων κυριοτήτων τὴν ἐκφαντορικὴν ὀνομασίαν οἶμαι δηλοῦν ἀδούλωτόν τινα καὶ πάσης ὑποπεζίας ὑφέσεως ἐλευθέραν ἀναγωγὴν οὐδεμιᾷ τῶν τυραννικῶν ἀνομοιοτήτων οὐδενὶ τρόπῳ καθόλου κατακλινομένην, αὐτὴν ἐλευθεροπρεπῶς ὡς ἀμιείλικτον κυριότητα πᾴσης μειωτικῆς δουλοποιίας ὑπερκειμένην, ἀνένδοτον ὑφέσει πάσῃ καὶ ἐξῃρημένην ἁπάσης ἀνομοιότητος, τῆς ὄντως κυριότητος καὶ κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην καὶ πρὸς τὴν αὐτῆς κυρίαν ἐμφέρειαν ὡς ἐφικτὸν ἑαυτήν τε καὶ τὰ μετ᾽ αὐτὴν ἀγαθοειδῶς διαπλάττουσαν, πρὸς οὐδὲν τῶν εἰκῇ δοκούντων, ἀλλὰ πρὸς τὸ κυρίως ὂν ὁλικῶς ἐπεστραμμένην καὶ κυριαρχικῆς ἀεὶ θεοειδείας ἐν μετουσίᾳ κατὰ τὸ δυνατὸν αὐτῇ γινομένην.
Τὴν δὲ τῶν ἁγίων δυνάμεων ἀῤῥενωπόν τινα καὶ ἀκατάσειστον ἀνδρείαν εἰς πάσας τὰς κατ' αὐτὴν θεοειδεῖς ἐνεργείας, πρὸς μηδεμίαν ὑποδοχὴν τῶν ἐνδιδομένων αὐτῆ θεαρχικῶν ἐλλάμψεων ἀδραν ῶς ἐξασθενοῦσαν, δυνατῶς ἐπὶ τὸ θεομίμητον ἀναγομένην, οὐκ ἀπολείπουσαν ἑαυτῆς ἀνανδρίᾳ τὴν θεοειδῆ κίνησιν, ἀλλ' ἀῤῥεπῶς ἀφορῶσαν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν καὶ ταύτης εἰκόνα δυναμοειδῆ κατὰ τὸ ἐφικτὸν γινομένην καὶ πρὸς μὲν αὐτὴν ὡς ἀρχιδύναμον δυνατῶς ἐπεστραμμένην, πρὸς δὲ τὰ δεύτερα δυναμοδότως καὶ θεοειδῶς προϊοῦσαν.
Τὴν δὲ τῶν ἁγίων ἐξουσιῶν, τὴν ὁμοταγῆ τῶν θείων κυριοτήτων καὶ δυνάμεων, τὴν εὔκοσμον καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς εὐταξίαν, καὶ τὸ τεταγμένον τῆς ὑπερκοσμίου καὶ νοερᾶς ἐξουσιότητος οὐ τυραννικῶς ἐπὶ τὰ χείρω ταῖς ἐξουσιαστικαῖς δυνάμεσιν ἀποκεχρημένης, ἀλλ' ἀκρατήτως ἐπὶ τὰ θεῖα μετ' εὐταξίας ἀναγομένης τε καὶ τὰ μετ' αὐτὴν ἀγαθοειδῶς ἀναγούσης, καὶ πρὸς τὴν ἐξουσιοποιὸν ἐξουσιαρχίαν ὡς θεμιτὸν ἀφομοιουμένης, καὶ ταύτην ὡς δυνατὸν ἀγγέλοις ἀναλαμπούσης ἐν ταῖς κατ' αὐτὴν εὐκόσμοις τάξεσι τῆς ἐξουσιαστικῆς δυνάμεως.
Ταύτας ἔχουσα τὰς θεοειδεῖς ἰδιότητας ἡ μέση τῶν οὐρανίων νοῶν διακόσμησις καθαίρεται μὲν καὶ φωτίζεται καὶ τελεσιουργεῖται καθ' ὃν εἴρηται τρόπον ὑπὸ τῶν θεαρχικῶν ἐλλάμψεων ἐνδιδομένων αὐτῇ δευτέρως διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως καὶ διὰ μέσης ἐκείνης δευτεροφανῶς διαπορθμευομένων.