4.
Καὶ τοῦτο δὲ τὴν σὴν ἱεραρχικὴν σύνεσιν ὑπομνήσωμεν ὅτι καὶ τῷ Φαραὼ πρὸς τοῦ τοῖς Αἰγυπτίοις ἐπιστατοῦντος ἀγγέλου καὶ τῷ <τῶν> Βαβυλωνίων ἄρχοντι πρὸς τοῦ οἰκείου [καὶ] τὸ τῆς πάντων προνοίας καὶ κυριότητος κηδεμονικὸν καὶ ἐξουσιαστικὸν κατὰ τὰς ὁράσεις διεπορθμεύετο καὶ τοῖς ἔθνεσιν ἐκείνοις οἱ τοῦ ὄντως <ὄντος> Θεοῦ θεράποντες ἡγεμόνες καθίσταντο, τῆς τῶν τυπωθεισῶν ὑπὸ τῶν ἀγγέλων ὁρἁσεων ἐκφαντορίας τοῖς τῶν ἀγγέλων ἐγγὺς ἱεροῖς ἀνδράσι, τῷ Δανιὴλ καὶ τῷ Ἰωσήφ, ἐκ Θεοῦ δι' ἀγγέλων ἀποκαλυφθείσης. Μία γάρ ἐστιν ἡ πάντων ἀρχὴ καὶ πρόνοια, καὶ οὐδαμῶς οἰητέον Ἰουδαίων μὲν ἀποκληρωτικῶς ἡγεῖσθαι τὴν Θεαρχίαν, ἀγγέλους δὲ ἰδίως ἢ ὁμοτίμως ἢ ἀντιθέτως ἢ θεούς τινας ἑτέρους ἐπιστατεῖν τοῖς ἄλλοις ἔθνεσιν, ἀλλὰ καὶ τὸ λόγιον ἐκεῖνο κατὰ τήνδε τὴν ἱερὰν ἔννοιαν ἐκληπτέον οὐχ ὡς μερισαμένου Θεοῦ μεθ' ἑτέρων θεῶν ἢ ἀγγέλων τὴν καθ' ἡμᾶς ἡγεμονίαν καὶ τῷ Ἰσραὴλ εἰς ἐθνάρχην καὶ ἐθναγὸν ἀποκληρωθέντος, ἀλλ' ὡς αὐτῆς μὲν τῆς μιᾶς ἁπάντων ῾Υψίστου προνοίας πάντας ἀνθρώπους σωστικῶς ταῖς τῶν οἰκείων ἀγγέλων ἀνατατικαῖς χειραγωγίαις διανειμάσης, μόνου δὲ σχεδὸν παρὰ πάντας τοῦ Ἰσραὴλ ἐπὶ τὴν τοῦ ὄντως Κυρίου φωτοδοσίαν καὶ ἐπίγνωσιν ἐπιστραφέντος. Ὅθεν ἡ θεολογία τὸ μὲν ἑαυτὸν ἀποκληρῶσαι τὸν Ἰσραὴλ ἐπὶ τὴν τοῦ ὄντως <ὄντος> Θεοῦ θεραπείαν ἐμφαίνουσα τὸ «᾽Εγενήθη μερὶς Κυρίου» φησίν, ἐνδεικνυμένη δὲ τὸ καὶ αὐτὸν ἐν ἴσῳ τοῖς λοιποῖς ἔθνεσιν ἀπονεμηθῆναί τινι τῶν ἁγίων ἀγγέλων εἰς τὸ δι᾽ αὐτοῦ τὴν μίαν ἁπάντων ἀρχὴν ἐπιγνῶναι τὸν Μιχαὴλ ἔφη τοῦ Ἰουδαίων ἡγεῖσθαι λαοῦ, σαφῶς ἡμᾶς ἐκδιδάσκουσα τὸ μίαν εἶναι τὤν ὅλων πρόνοιαν ἁπασῶν τῶν ἀοράτων καὶ ὁρατῶν δυνάμεων ὑπερουσίως ὑπεριδρυμένην, πάντας δὲ τοὺς καθ' ἕκαστον ἔθνος ἐπιστατοῦντας ἀγγέλους ἐπ' αὐτὴν ὡς οἰκείαν ἀρχὴν τοὺς ἑπομένους ἐθελουσίως ὅση δύναμις ἀνατείνοντας.