2.
᾽Εκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ ἄγγελοι τῶν πρὸ αὐτῶν, οἱ μὲν πρεσβύτατοι Θεοῦ τοῦ κινοῦντος, ἀναλόγως δὲ οἱ λοιποὶ τῶν ἐκ Θεοῦ κεκινημένων. Τοσοῦτον γὰρ ἡ πάντων ὑπερούσιος ἁρμονία τῆς ἑκάστου τῶν λογικῶν τε καὶ νοερῶν ἱερᾶς εὐκοσμίας καὶ τεταγμένης ἀναγωγῆς προενόησεν, ὅτι καὶ αὐτῇ τῶν ἱεραρχιῶν ἑκάστῃ τάςεις ἱεροπρεπεῖς ἔθετο· καὶ πᾶσαν ἱεραρχίαν ὁρῶμεν εἰς πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις διηρημένην· ἀλλὰ καὶ αὐτὴν ἑκάστην ἰδικῶς εἰπεῖν διακόσμησιν ταῖς αὐταῖς ἐνθέοις ἁρμονίαις διέκρινε. Διὸ καὶ αὐτοὺς τοὺς θειοτάτους σεραφὶμ οἱ θεολόγοι φασὶν ἕτερον πρὸς τὸν ἕτερον κεκραγέναι, σαφῶς ἐν τούτῳ καθάπερ οἶμαι δηλοῦντες, ὅτι τῶν θεολογικῶν γνώσεων οἱ πρῶτοι τοῖς δευτέροις μεταδιδόασιν.