3.
Προσθείην δ' ἂν καὶ τοῦτο οὐκ ἀπεικότως, ὅτι καὶ καθ' ἑαυτὸν ἕκαστος οὐράνιός τε καὶ ἀνθρώπινος νοῦς ἰδικὰς ἔχει καὶ πρώτας καὶ μέσας καὶ τελευταίας τάξεις τε καὶ δυνάμεις πρὸς τὰς εἰρημένας τῶν καθ' ἕκαστον ἱεραρχικῶν ἐλλάμψεων οἰκείας ἀναγωγὰς ἀναλόγως ἐκφαινομένας, καθ' ἃς ἕκαστος ἐν μετουσίᾳ γίνεται κατὰ τὸ αὐτῷ θεμιτόν τε καὶ ἐφικτὸν τῆς ὑπεραγνοτάτης καθάρσεως, τοῦ ὑπερπλήρους φωτός, τῆς προτελείου τελειώσεως. Ἔστι γὰρ οὐδὲν αὐτοτελὲς ἢ ἀπροσδεὲς καθόλου τελειότητος εἰ μὴ τὸ ὄντως αὐτοτελὲς καὶ προτέλειον.