1.
Τούτων δὲ διωρισμένων ἐκεῖνο ἄξιον ἐννοῆσαι, δι' ἣν αἰτίαν ἁπάσας ὁμοῦ τὰς ἀγγελικὰς οὐσίας δυνάμεις οὐρανίας καλεῖν εἰώθαμεν. Οὐ γὰρ ἔστιν εἰπεῖν ὡς ἐπὶ τῶν ἀγγέλων, ὅτι πασῶν ἐστιν ἐσχάτη διακόσμησις ἡ τῶν ἁγίων δυνάμεων καὶ τῆς μὲν τῶν ἐσχάτων ἁγιοπρεποῦς ἐλλάμψεως αἱ τῶν ὑπερκειμένων οὐσιῶν διακοσμήσεις μετέχουσιν, αἱ τελευταῖαι δὲ τῶν πρώτων οὐδαμῶς, καὶ τούτου χάριν οὐράνιαι μὲν δυνάμεις ἅπαντες οἱ θεῖοι νόες ὀνομάζονται, σεραφὶμ δὲ καὶ θρόνοι καὶ κυριότητες οὐδαμῶς. Ἀμέθεκτοι γὰρ αἱ τελευταῖαι τῶν ὑπερτάτων εἰσὶν ὁλικῶν ἰδιοτήτων. Οἱ γὰρ ἄγγελοι καὶ πρὸ τῶν ἀγγέλων ἀρχάγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι μετὰ τὰς δυνάμεις ὑπὸ τῆς θεολογίας ταττόμενοι κατὰ κοινοῦ πολλάκις ὑφ' ἡμῶν ὁμοῦ ταῖς ἄλλαις ἁγίαις οὐσίαις οὐράνιαι δυνάμεις ἀποκαλοῦνται.
