2.
Τινὲς μὲν οὖν φασιν ὅτι κατὰ τὸν ἤδη προαποδοθέντα τῆς πάντων τῶν νοῶν κοινωνίας ὅρον οὐχ ἕνα τῶν περὶ Θεὸν πρωτίστων νοῶν ὀνομάζει τὸ Λόγιον ἐπὶ τὴν τοῦ θεολόγου κάθαρσιν ἐληλυθέναι, τινὰ δὲ τῶν ἡμῖν ἐφεστηκότων ἀγγέλων ὡς ἱερουργὸν τῆς τοῦ προφήτου καθάρσεως τῇ τῶν σεραφὶμ ὁμωνυμίᾳ κληθῆναι διὰ τὴν πρηστήριον τῶν εἰρημένων ἁμαρτιῶν ἀναίρεσιν καὶ τὴν τοῦ καθαρθέντος ἐπὶ τὴν θείαν ὑπακοὴν ἀναζωπύρησιν, καὶ τὸ Λόγιον ἕνα τῶν σεραφἵμ ἁπλῶς εἰρηκέναι φασὶν οὐ τῶν περὶ Θεὸν ἱδρυμένων, ἀλλὰ τῶν ἡμῖν ἐφεστηκυιῶν καθαρτικῶν δυνάμεων.