• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Dionysius Areopagita, ps. (520) De caelesti hierarchia ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄

3.

Ἕτερος δὲ οὐ σφόδρα ἄτοπόν τινα παρέσχετό μοι τὴν ἀπολογίαν ὑπὲρ τῆς παρούσης ἐνστάσεως. Ἔφη γὰρ, ὅτι τὴν οἰκείαν καθαρτικὴν ἱερουργίαν ὁ μέγας ἐκεῖνος (ὅστις ποτὲ ἦν ὁ τὴν ὅρασιν διαπλάσας ἄγγελος εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεολόγον) ἐπὶ Θεὸν καὶ μετὰ Θεὸν ἐπὶ τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκεν. Καὶ μήποτε ἆρα οὗτος ὁ λόγος ἀληθεύεται; Ἔλεγε γὰρ ὁ τοῦτο φήσας ὡς ἡ θεαρχικὴ δύναμις ἐπὶ πάντα φοιτῶσα χωρεῖ καὶ διὰ πάντων ἀσχέτως διήκει καὶ πᾶσιν αὖθίς ἐστιν ἀφανὴς οὐ μόνον ὡς πάντων ὑπερουσίως ἐξηρημένη, ἀλλὰ καὶ ὡς κρυφίως ἐπὶ πάντα διεῖσα τὰς προνοητικὰς αὐτῆς ἐνεργείας. Ἀλλὰ μὴν καὶ πᾶσι τοῖς νοεροῖς ἀναλόγως ἐπιφαίνεται καὶ τὴν οἰκείαν φωτοδοσίαν ἐγχειρίζουσα ταῖς πρεσβυτάταις οὐσίαις δι' αὐτῶν ὡς πρώτων εἰς τὰς ὑποβεβηκυίας αὐτὴν εὐκόσμως διαδίδωσι κατὰ τὴν ἑκάστης διακοσμήσεως θεοπτικὴν συμμετρίαν.

Ἢ ἵνα σαφέστερον εἴπω καὶ δι' οἰκείων παραδειγμάτων, εἰ καὶ ἀποδεόντων Θεοῦ τοῦ πάντων ἐξῃρημένου, πλὴν ἡμῖν ἐμφανεστέρων· ἡ τῆς ἡλιακῆς ἀκτῖνος διάδοσις εἰς πρώτην ὕλην εὐδιαδότως χωρεῖ τὴν πασῶν διειδεστέραν καὶ δι' αὐτῆς ἐμφανέστερον ἀναλάμπει τὰς οἰκείας μαρμαρυγάς, προσβάλλουσα δὲ ταῖς παχυτέραις ὕλαις ἀμυδροτέραν ἔχει τὴν διαδοτικὴν ἐπιφάνειαν ἐκ τῆς τῶν φωτιζομένων ὑλῶν πρὸς φωτοδοσίας διαπορθμευτικὴν ἕξιν ἀνεπιτηδειότητος καὶ κατὰ σμικρὸν ἐκ τούτου πρὸς τὸ τελείως σχεδὸν ἀδιάδοτον συστέλλεται. Πάλιν ἡ πυρὸς θερμότης μᾶλλον ἑαυτὴν διαδίδωσιν εἰς τὰ δεκτικώτερα καὶ πρὸς τὴν αὐτῆς ἀφομοίωσιν εὔεικτα καὶ εὐάγωγα, πρὸς δὲ τὰς ἀντιτυπεῖς ἢ ἐναντίας οὐσίας ἢ οὐδὲν ἢ ἄμυδρόν τι τῆς ἐκπυρωτικῆς ἐνεργείας ἴχνος ἀναφαίνεται, Καὶ τὸ τούτου γε πλεῖον, ὅτι ταῖς μὴ συγγενέσι διὰ τῶν οἰκείως πρὸς αὐτὴν ἐχόντων προσβάλλει, πρῶτον εἰ τύχοι πυρώδη ποιοῦσα τὰ πρὸς ἐκπύρωσιν εὐαλλοίωτα, καὶ δι' αὐτῶν ἢ ὕδωρ ἢ ἕτερόν τι τῶν οὐκ εὐκόλως ἐκπυρουμένων ἀναλόγως θερμαίνουσα. Κατὰ τὸν αὐτὸν οὖν τῆς φυσικῆς εὐταξίας λόγον ὑπερφυῶς ἡ πάσης εὐκοσμίας ὁρατῆς καὶ ἀοράτου ταξιαρχία τὴν τῆς οἰκείας φωτοδοσίας λαμπρότητα πρωτοφανῶς ἐν πανολβίαις χύσεσι ταῖς ὑπερτάταις οὐσίαις ἀναφαίνει καὶ διὰ τούτων αἱ μετ᾽ αὐτὰς οὐσίαι τῆς θείας ἀκτῖνος μετέχουσιν. Αὗται γὰρ ἐπιγνοῦσαι πρῶται Θεὸν καὶ θείας ἀρετῆς ὑπερκειμένως ἐφιέμεναι καὶ πρωτουργοὶ γενέσθαι τῆς ὡς ἐφικτὸν θεομιμήτου δυνάμεως καὶ ἐνεργείας ὴξίωνται καὶ τὰς μετ' αὐτὰς οὐσίας [αὐταὶ] πρὸς τὸ ἐφάμιλλον ὅση δύναμις ἀγαθοειδῶς ἀνατείνουσιν ἀφθόνως αὐταῖς μεταδιδοῦσαι τῆς εἰς αὐτὰς ἐπιφοιτησάσης αἴγλης, καὶ αὖθις ἐκεῖναι ταῖς ὑφειμέναις, καὶ καθ' ἑκάστην ἡ πρώτη τῆ μετ' αὐτὴν μεταδίδωσι τοῦ δωρουμένου καὶ εἰς πάσας ἀναλόγως προνοίᾳ διαφοιτῶντος θείου φωτός.

Ἔστιν οὖν ἅπασι τοῖς φωτιζομένοις ἀρχὴ τοῦ φωτίζεσθαι Θεὸς μὲν φύσει καὶ ὄντως κυρίως ὡς φωτὸς οὐσία καὶ αὐτοῦ τοῦ ειναι καὶ ὁρᾶν αἴτιος, θέσει δὲ καὶ θεομιμήτως ἡ κατὰ μέρος ὑπερκειμένη τῆ μετ' αὐτὴν ἑκάστῃ τῷ τὰ θεῖα φῶτα δι' αὐτῆς εἰς ἐκείνην ἐποχετεύεσθαι. Τὴν οὐν ὑπερτάτην τῶν οὐρανίων νοῶν διακόσμησιν αἱ τῶν λοιπῶν ἁπάντων ἀγγέλων οὐσίαι κατὰ τὸ εἰκὸς μετὰ Θεὸν ἀρχὴν ἡγοῦνται πάσης ἱερᾶς θεογνωσίας τε καὶ θεομιμησίας ὡς δι' ἐκείνων εἰς πάσας καὶ ἡμᾶς τῆς θεαρχικῆς ἐλλάμψεως διαδιδομένης. Διὸ καὶ πᾶσαν ἱερὰν καὶ θεομίμητον ἐνέργειαν ἐπὶ Θεὸν μὲν ὡς αἴτιον ἀναφέρουσιν, ἐπὶ δὲ τοὺς πρώτους θεοειδεῖς νόας ὡς πρωτουργοὺς τῶν θείων καὶ διδασκάλους. Οὐκοῦν ἡ πρώτη τῶν ἁγίων ἀγγέλων διακόσμησις μᾶλλον ἁπασῶν ἔχει τὴν ἐμπύριον ἰδιότητα καὶ τὴν κεχυμένην τῆς θεαρχικῆς σοφίας μετάδοσιν καὶ τὸ γνωστικὸν τῆς ὑπερτάτης τῶν θείων ἐλλάμψεων ἐπιστήμης καὶ τὴν θρονίαν ἰδιότητα τὴν ἀναπεπταμένην θεοδοχίαν ἐμφαίνουσαν, αἱ δὲ τῶν ὑφειμένων οὐσιῶν διακοσμήσεις τῆς ἐμπυρίου, τῆς σοφῆς, τῆς γνωστικῆς, τῆς θεοδόχου δυνάμεως μετέχουσι μέν, ὑφειμένως δὲ καὶ πρὸς τὰς πρώτας ὁρῶσαι καὶ δι' αὐτῶν ὡς τοῦ θεομιμήτου πρωτουργῶς ἠξιωμένων ἐπὶ τὸ τοῦ θεοειδοῦς ἐφικτὸν ἀναγόμεναι. Τὰς εἰρημένας οὖν ἁγίας ἰδιότητας ὧν ἐν μετουσίᾳ διὰ τῶν πρώτων αἱ μετὰ αὐτὰς οὐσίαι γεγόνασιν, αὐταῖς ἐκείναις μετὰ Θεὸν ὡς ἱεράρχαις ἀνατιθέασιν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Übersetzungen dieses Werks
Himmlische Hierarchie (BKV) vergleichen
Himmlische Hierarchie (Edith Stein) vergleichen
Le livre de la hierarchie celeste vergleichen
Kommentare zu diesem Werk
Einleitung zur Himmlischen und Kirchlichen Hierarchie

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung