4.
Ἔλεγεν οὖν ὁ ταῦτα φήσας τὴν μὲν ὅρασιν ἐκείνην ὑποδειχθῆναι τῷ θεολόγῳ δι' ἑνὸς τῶν ἐπιστατούντων ἡμῖν ἁγίων καὶ μακαρίων ἀγγέλων καὶ πρὸς τῆς φωτιστικῆς αὐτοῦ χειραγωγίας ἐπὶ τὴν ἱερὰν ἐκείνην θεωρίαν ἀναταθῆναι καθ' ἣν ἑώρα τὰς ὑπερτάτας οὐσίας, ὡς ἐν συμβόλοις εἰπεῖν, ὑπὸ Θεὸν καὶ μετὰ Θεοῦ καὶ περὶ Θεὸν ἱδρυμένας, καὶ τὴν ἁπάντων κοιὶ αὐτῶν ὑπεραῤῥήτως ἐξῃρημένην ὑπεράρχιον ἀκρότητα ἐν μέσῳ τῶν ὑπερβεβηκυιῶν δυνάμεων ὑπεριδρυμένην. ᾽Εμάνθανεν οὖν τοῖς ὁρωμένοις ὁ θεολόγος, ὅτι κατὰ πᾶσαν ὑπερούσιον ὑπεροχὴν ἀσυγκρίτως ὑπερίδρυτο τὸ θεῖον ἁπόισης ὁρατῆς καὶ ἀοράτου δυνάμεως καὶ μὴν ὅτι πάντων ἐστὶν ἐξῃρημένον ὡς καθόλου μηδὲ ταῖς πρώταις τῶν ὄντων οὐσίαις ἐμφερές, προσέτι καὶ τὸ πάντων αὐτὸ καὶ ἀρχὴν καὶ αἰτίαν οὐσιοποιὸν εἶναι καὶ τῆς τῶν ὄντων ἀδιαλύτου μονῆς ἀναλλοίωτον ἵδρυσιν, ὑφ' ἧς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι καὶ αὐταῖς ταῖς ὑπερβεβηκυίαις ἐστὶ δυνάμεσιν. Εἶτα τὰς αὐτῶν τῶν ἁγιωτάτων σεραφὶμ ἐμυεῖτο θεοειδεῖς δυνάμεις, τῆς μὲν ἱερᾶς αὐτῶν ἐπωνυμίας τὸ ἐμπύριον σημαινούσης, περὶ οὗ μικρὸν ὕστερον ἡμεῖς ἐροῦμεν, ὡς ἡμῖν ἐφικτὸν ὑφηγήσασθοιι τὰς ἐπὶ τὸ θεοειδὲς τῆς ἐμπυρίου δυνάμεως ἀναγωγάς, τῆς δὲ τῶν πτερῶν ἑξαπλῆς ἱεροπλαστίας τὴν ἐπὶ τὸ θεῖον ἐν πρώταις, ἐν μέσαις, ἐν τελευταίαις νοήσεσιν ἀπόλυτον καὶ ὑπερτάτην ἀνάτασιν. Ἀλλὰ καὶ τὸ ἀπειρόπουν αὐτῶν καὶ πολυπρόσωπον ὁρῶν ὁ ἱερὸς θεολόγος καὶ τὸ τοῖς πτεροῖς ἀποδιαστέλλεσθαι τὴν ὑπὸ τοὺς πόδας καὶ τὴν ὑπὲρ τὰ πρόσωπα θεωρίαν καὶ τὴν ἐν τοῖς μέσοις πτεροῖς ἀεικινησίαν πρὸς τὴν νοητὴν τῶν ὁρωμένων ἀνήγετο γνῶσιν, ἐκφαινομένης αὐτῷ τῆς τῶν ὑπερτάτων νοῶν πολυπόρου καὶ πολυθεάμονος δυνάμεως καὶ τῆς ἱερᾶς αὐτῶν εὐλαβείας, ἣν ἔχουσιν ὑπερκοσμίως εἰς τὴν τῶν ὑψηλοτέρων καὶ βαθυτέρων αὐθάδη καὶ θρασεῖοιν καὶ ἀνέφικτον ἔρευναν, καὶ τῆς ἐν συμμετρίᾳ τῶν θεομιμήτων ἐνεργειῶν ἀκαταλήκτου καὶ ὑψιπετοῦς ἀεικινησίας. Ἀλλὰ καὶ τὴν θεαρχικὴν ἐκείνην καὶ πολυτίμητον ὑμνῳδίαν ἐμυσταγωγεῖτο, τοῦ τυποῦντος τὴν ὅρασιν ἀγγέλου κατὰ δύναμιν τῷ θεολόγῳ μεταδιδόντος τῆς οἰκείας ἱερογνωσίας. ᾽Εδίδασκεν οὖν αὐτὸν καὶ τοῦτο, ὅτι κάθαρσίς ἐστι τοῖς ὁπωσοῦν καθαροῖς ἡ τῆς θεαρχικῆς διαυγείας [ἁγνότητος] ὡς ἐφικτὸν μετουσία. Αὕτη δὲ πρὸς αὐτῆς τῆς θεαρχίας ἐξῃρημέναις αἰτίαις εἰς πάντας τοὺς ἱεροὺς νόας ὑπερουσίῳ κρυφιότητι τελετουργουμένη, ταῖς περὶ αὐτὴν ὡς ὑπερτάταις δυνάμεσιν ἐκφανεστέρα πώς ἐστι καὶ μᾶλλον ἑαυτὴν ἐκφαίνει καὶ διαδίδωσιν, ἐπὶ δὲ τῶν δευτέρων ἢ τῶν ἐσχάτων ἢ τῶν ἡμῶν νοερῶν δυνάμεων ὡς αὐτῆς ἑκάστη κατὰ τὸ θεοειδὲς διέστηκεν, οὕτω τὴν φανὴν αὐτῆς ἔλλαμψιν συνάγει πρὸς τὸ τῆς οἰκείας κρυφιότητος ἑνιαῖον ἄγνωστον. ᾽Ελλάμπει δὲ τοῖς καθ' ἕκαστον δευτέροις διὰ τῶν πρώτων καὶ, εἰ δεῖ συντόμως εἰπεῖν, πρώτως ἐκ τοῦ κρυφίου πρὸς τὸ ἐμφανὲς ἄγεται διὰ τῶν πρώτων δυνάμεων.
Τοῦτο γοῦν ὁ θεολόγος ἐδιδάσκετο πρὸς τοῦ φωταγωγοῦντος αὐτὸν ἀγγέλου τὸ τὴν κάθαρσιν καὶ πάσας τὰς θεαρχικὰς νεργείας διὰ τῶν πρώτων οὐσιῶν ἀναλαμπούσας εἰς πάσας τὰς λοιπὰς δια δίδοσθαι κατὰ τὴν ἑκάστης πρὸς τὰς θεουργικὰς μετουσίας ἀναλογίαν. Διὸ καὶ τὴν ἐμπυρίως καθαρτικὴν ἰδιότητα τοῖς σεραφὶμ εἰκότως μετὰ Θεὸν ἀνατέθεικεν. Οὐδὲν οὖν ἄτοπον, εἰ καθαίρειν λέγεται τὸν θεολόγον ὁ σεραφίμ. Ὡς γὰρ ὁ Θεὸς καθαίρει πάντας τῷ πάσης καθόιρσεως εἶναι αἰτία, μᾶλλον δὲ (παραπλησίῳ γὰρ χρήσομαι παραδείγματι) καθάπερ ὁ καθ' ἡμᾶς ἱεράρχης διὰ τῶν αὐτοῦ λειτουργῶν ἢ ἱερέων καθαίρων ἢ φωτίζων αὐτὸς λέγεται καθαίρειν καὶ φωτίζειν, τῶν δι' αὐτοῦ καθιερωμένων τάξεων ἐπ᾽ αὐτὸν ἀνατιθεισῶν τὰς οἰκείας ἱερὰς ἐνεργείας, οὕτω καὶ τὴν οἰκείαν καθαρτικὴν ἐπιστήμην καὶ δύναμιν ὁ τὴν κάθαρσιν τοῦ Θεολόγου τελετουργῶν ἄγγελος ἐπὶ Θεὸν μὲν ὡς αἴτιον, ἐπὶ δὲ τὸν σεραφὶμ ὡς πρωτουργὸν ἱεράρχην ἀνατίθησιν, ὡς ἄν τις φαίη μετ᾽ εὐλαβείας ἀγγελικῆς, τὸν ὑπ' αὐτοῦ καθαιρόμενον ἐκδιδάσκων, ὅτι «τῆς εἰς σὲ πρὸς ἐμοῦ τελετουργουμένης καθάρσεως ἀρχὴ μέν ἐστιν ἐξηρημένη καὶ οὐσία καὶ δημιουργὸς καὶ αἴτιος ὁ καὶ τὰς πρώτας οὐσίας καὶ πρὸς τὸ εἶναι παραγαγὼν καὶ τῇ περὶ αὐτὸν ἱδρύσει συνέχων καὶ διατηρῶν ἀτρέπτους τε καὶ ἀμεταπτώτους καὶ αὐτὰς κινῶν ἐπὶ τὰς πρώτας τῶν οἰκείων προνοητικῶν ἐνεργειῶν μετουσίας (τοῦτο γὰρ ὁ ταῦτά με διδάσκων ἔφη τὴν τοῦ Σεραφὶμ ἐμφαίνειν ἀποστολήν), ἱεράρχης δὲ καὶ μετὰ Θεὸν ἡγεμὼν ὁ τῶν πρωτίστων οὐσιῶν διάκοσμος, παρ' οὗ τὸ καθαίρειν ἐγὼ θεοειδῶς ὲμυήθην. Οὗτος οὖν ἐστιν ὁ δι' ἐμοῦ σε καθαίρων, δι' οὗ τὰς οἰκείας προνοητικὰς ἐνεργείας ἐκ τοῦ κρυφίου καὶ εἰς ἡμᾶς προήγαγεν ἡ πάσης αἰτία καὶ δημιουργὸς καθάρσεως».
Ταῦτα μὲν ἐκεῖνος ἐδίδασκέ με, σοὶ δ' ἐγὼ μεταδίδωμι. Τῆς σῆς δ' ἂν εἴη νοερᾶς καὶ διακριτικῆς ἐπιστήμης ὴ θατέρᾳ τῶν εἰρημένων αἰτιῶν ἀπολυθῆναι τῆς ἀπορίας καὶ ταύτην τιμῆσαι πρὸ τῆς ἑτέρας ὡς τὸ εἰκὸς καὶ εὔλογον καὶ ἴσως τὸ ἀληθὲς ἔχουσαν ἢ παρ' ἑαυτοῦ τι τοῦ ὄντως ἀληθοῦς συγγενέστερον ἐξευρεῖν, ἢ παρ' ἑτέρου μαθεῖν, Θεοῦ δηλαδὴ διδόντος ῥῆμα καὶ προξενούντων ἀγγέλων, καὶ τοῖς φιλαγγέλοις ἡμῖν ἀνακαλύψαι διαυγῆ μᾶλλον εἴπερ οἷόν τε εἴη καὶ ἐμοὶ μᾶλλον ἐραστὴν θεωρίαν.