5.
τὰς δὲ αὖ ῥάβδους τὸ βασιλικὸν καὶ ἡγεμονικὸν καὶ εὐθείᾳ τα πάντα περαῖνον, τὰ δὲ δόρατα καὶ τοὺς πελέκεις τὸ τῶν, ἀνομοίων διαιρετικὸν καὶ τὸ τῶν διακριτικῶν δυνάμεων ὀξὺ καὶ ενεργὲς καὶ δραστήριον, τὰ δὲ γεωμετρικὰ καὶ τεκτονικὰ σκεύη τὸ θεμελιωτικὸν καὶ οἰκοδομητικὸν καὶ τελειωτικὸν καὶ ὅσα ἄλλα τῆς ἀναγωγοῦ καὶ ἐπιστρεπτικῆς ἐστι τῶν δευτέρων προνοίας.
Ἔστι δὲ ὅτε καὶ τῶν εἰς ἡμᾶς θεοκρισιῶν ἐστι σύμβολα τὰ πλαττόμενα τῶν ἁγίων ἀγγέλων ὄργανα, τῶν μὲν δηλούντων ἐπανορθωτικὴν παιδείαν ἢ τιμωρὸν δικαιοσύνην, τῶν δὲ περιστάσεως ἐλευθερίαν, ἢ παιδείας τέλος, ἢ προτέρας εὐπαθείας ἐπανάληψιν, ἢ προσθήκην ἑτέρων δωρεῶν, μικρῶν ἢ μεγάλων, αἰσθητῶν ἢ νοητῶν· καὶ ὅλως οὐκ ἂν ἀπορήσειεν ὁ διορατικὸς νοῦς οἰκείως ἁρμόσαι τοῖς ἀφανέσι τὰ φαινόμενα.