6.
Τὸ δὲ καὶ ἀνέμους αὐτοὺς ὀνομάζεσθαι τὴν ὀξεῖαν αὐτῶν ἐμφαίνει καὶ ἐπὶ πάντα σχεδὸν ἀχρόνως διήκουσαν πτῆσιν καὶ τὴν ἄνωθεν ἐπὶ τὰ κάτω καὶ αὖθις ἐκ τῶν κάτω πρὸς τὸ ἄναντες διαπορθμευτικὴν κίνησιν τὴν ἀνατείνουσαν μὲν τὰ δεύτερα πρὸς τὸ ὑπέρτερον ὕψος, κινοῦσαν δὲ τὰ πρῶτα πρὸς κοινωνικὴν καὶ προνοητικὴν τῶν ὑφειμένων πρόοδον. Εἴποι δ' ἄν τις τὴν τοῦ ἀερίου πνεύματος ἀνεμιαίαν ἐπωνυμίαν καὶ τὸ θεοειδὲς τῶν οὐρανίων νόων ἐμφαίνειν. Ἔχει γὰρ καὶ τοῦτο θεαρχικῆς ἐνεργείας εἰκόνα καὶ τύπον (ὡς ἐν τῇ «Συμβολικῇ θεολογίᾳ» κατὰ τὴν τετράστοιχον ἀνακάθαρσιν ἡμῖν διὰ πλειόνων ἀποδέδεικται), κατὰ τὸ τῆς φύσεως κινητικὸν καὶ ζωογόνον καὶ τὴν ὀξεῖαν καὶ ἀκράτητον χώρησιν καὶ τὴν ἄγνωστον ἡμῖν καὶ ἀόρατον κρυφιότητα τῶν κινητικῶν ἀρχῶν καὶ ἀποπερατώσεων. «Οὐ γὰρ οἶδας» φησὶ «πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει».
Ἀλλὰ καὶ νεφέλης αὐτοῖς ἰδέαν ἡ θεολογία περιπλάττει, σημαίνουσα διὰ τούτου τοὺς ἱεροὺς νόας τοῦ μὲν κρυφίου φωτὸς ὑπερκοσμίως ἀποπληρουμένους, τὴν πρωτοφανῆ δε φωτοφάνειαν ἀνεκπομπεύτως εἰσδεχομένους καὶ ταύτην ἀφθόνως εἰς τὰ δεύτερα δευτεροφανῶς καὶ ἀναλόγως διαπορθμεύοντας καὶ μὴν ὅτι τὸ γόνιμον αὐτοῖς καὶ ζωοποιὸν καὶ αὐξητικὸν καὶ τελειωτικὸν ἐνυπάρχει κατὰ τὴν νοητὴν ὀμβροτοκίαν τὴν τὸν ἐκδόχιον κόλπον πιαλέοις ὑετοῖς ἐπὶ ζωτικὰς ὠδῖνας ἐκκαλουμένην.