• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Dionysius the Areopagite, ps. (520) ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄

7.

Εἰ δὲ καὶ χαλκοῦ καὶ ἠλέκτρου καὶ λίθων πολυχρωμάτων εἶδος ἡ θεολογία ταῖς οὐρανίαις οὐσίαις περιτίθησι, τὸ μὲν ἤλεκτρον ὡς χρυσοειδὲς ἅμα καὶ ἀργυροειδὲς ἐμφαίνει τὴν ἄσηπτον ὡς ἐν χρυσῷ καὶ ἀδάποινον καὶ ἀμείωτον καὶ ἄχραντον διαύγειαν καὶ τὴν φανὴν ὡς ἐν ἀργύρῳ καὶ φωτοειδῆ καὶ οὐρανίαν αἴγλην, τῷ δὲ χαλκῷ κατὰ τοὺς ἀποδοθέντας λόγους ἢ τὸ πυρῶδες, ἢ τὸ χρυσοειδὲς ἀπονεμητέον, τὰς δὲ τῶν λίθων πολυχρωμάτους ἰδέας ἐμφαίνειν οἰητέον ἢ ὡς λευκὰς τὸ φωτοειδές, ἢ ὡς ἐρυθρὰς τὸ πυρῶδες, ἢ ὡς ξανθὰς τὸ χρυσοειδὲς, ἢ ὡς χλοερὰς τὸ νεανικὸν καὶ ἀκμαῖον, καὶ καθ' ἕκαστον εἶδος εὑρήσεις ἀναγωγικὴν τῶν τυπωτικῶν εἰκόνων ἀνακάθαρσιν.

Ἀλλ' ἐπειδὴ ταῦτοι κατὰ δύναμιν ἡμῖν ἀρκούντως εἰρῆσθαι νομίζω, μετιτέον ἐπὶ τὴν ἱερὰν ἀνάπτυξιν τῆς τῶν οὐρανίων νοῶν ἱεροτύπου θηρομορφίας.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Translations of this Work
Himmlische Hierarchie (BKV) Compare
Himmlische Hierarchie (Edith Stein) Compare
Le livre de la hierarchie celeste Compare
Commentaries for this Work
Einleitung zur Himmlischen und Kirchlichen Hierarchie

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy