2.
Ἡμερῶν δὲ παλαιὸς ὁ θεὸς ὑμνεῖται διὰ τὸ πάντων αὐτὸν εἶναι καὶ αἰῶνα καὶ χρόνον καὶ πρὸ ἡμερῶν καὶ πρὸ αἰῶνος καὶ χρόνου. Καίτοι καὶ χρόνον καὶ ἡμέραν καὶ καιρὸν καὶ αἰῶνα θεοπρεπῶς αὐτὸν προσρητέον ὡς ὄντα κατὰ πᾶσαν κίνησιν ἀμετάβλητον καὶ ἀκίνητον καὶ ἐν τῷ ἀεὶ κινεῖσθαι μένοντα ἐφ᾿ ἑαυτοῦ καὶ ὡς αἰῶνος καὶ χρόνου καὶ ἡμερῶν αἴτιον. Διὸ καὶ ἐν ταῖς ἱεραῖς τῶν μυστικῶν ὁράσεων θεοφανείαις καὶ πολιὸς καὶ νέος πλάττεται τοῦ μὲν πρεσβυτέρου τὸν ἀρχαῖον καὶ ὄντα ἀπ᾿ ἀρχῆς, τοῦ νεωτέρου δὲ τὸν ἀγήρω σημαίνοντος ἢ ἀμφοῖν τὸ ἐξ ἀρχῆς διὰ πάντων ἄχρι τέλους αὐτὸν προιέναι διδασκόντων ἤ, ὡς ὁ θεῖος ἡμῶν ἱεροτελεστής φησι, τοῦ ἑκατέρου τὴν ἀρχαιότητα τὴν θείαν ὑποδηλοῦντος, τοῦ μὲν πρεσβυτέρου τὸ πρῶτον ἐν χρόνῳ, τοῦ νεωτέρου δὲ τὸ κατ᾿ ἀριθμὸν ἀρχαιότερον ἔχοντος, ἐπείπερ ἡ μονὰς καὶ τὰ περὶ μονάδα τῶν ἐπὶ πολὺ προεληλυθότων ἀριθμῶν ἀρχηγικώτερα.