• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Dionysius the Areopagite, ps. (520) ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Κεφάλαιον ΙΓ΄.

1.

Τοσαῦτα καὶ περὶ τούτων. Ἐπ᾿ αὐτὸ δὲ λοιπόν, εἰ δοκεῖ, τῷ λόγῳ τὸ καρτερώτατον χωρῶμεν. Καὶ γὰρ ἡ θεολογία τοῦ πάντων αἰτίου καὶ πάντα καὶ ἅμα πάντα κατηγορεῖ καὶ ὡς τέλειον αὐτὸ καὶ ὡς ἑν ἀνυμνεῖ.

Τέλειον μὲν οὖν ἐστιν οὐ μόνον ὡς αὐτοτελὲς καὶ καθ᾿ ἑαυτὸ ὑφ᾿ ἑαυτοῦ μονοειδῶς ἀφοριζόμενον καὶ ὅλον δι᾿ ὅλου τελειότατον, ἀλλὰ καὶ ὡς ὑπερτελὲς κατὰ τὸ πάντων ὑπερέχον καὶ πᾶσαν μὲν ἀπειρίαν ὁρίζον, παντὸς δὲ πέρατος ὑπερηπλωμένον καὶ ὑπὸ μηδενὸς χωρούμενον ἢ καταλαμβανόμενον, ἀλλὰ διατεῖνον ἐπὶ πάντα ἅμα καὶ ὑπὲρ πάντα ταῖς ἀνεκλείπτοις ἐπιδόσεσι καὶ ἀτελευτήτοις ἐνεργείαις. Τέλειον δ᾿ αὖ λέγεται καὶ ὡς ἀναυξὲς καὶ ἀεὶ τέλειον καὶ ὡς ἀμείωτον, ὡς πάντα ἐν ἑαυτῷ προέχον καὶ ὑπερβλύζον κατὰ μίαν τὴν ἄπαυστον καὶ ταύτην καὶ ὑπερπλήρη καὶ ἀνελάττωτον χορηγίαν, καθ᾿ ἣν τὰ τέλεια πάντα τελεσιουργεῖ καὶ τῆς οἰκείας ἀποπληροῖ τελειότητος.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Translations of this Work
Schriften über "Göttliche Namen" (BKV) Compare
Traité des noms divins Compare
Von den göttlichen Namen (Edith Stein) Compare
Commentaries for this Work
Einleitung: Dionysius Aeropagita über heilige Namen

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy