11.
Καὶ μή τις ἡμᾶς οἰέσθω παρὰ τὰ λόγια τὴν τοῦ ἔρωτος ἐπωνυμίαν πρεσβεύειν. Ἔστι μὲν γὰρ ἄλογον, ὡς οἶμαι, καὶ σκαιὸν τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσιν. Καὶ τοῦτο οὐκ ἔστι τῶν τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον, ἀλλὰ τῶν ἤχους ψιλοὺς εἰσδεχομένων καὶ τούτους ἄχρι τῶν ὤτων ἀδιαβάτους ἔξωθεν συνεχόντων καὶ οὐκ ἐθελόντων εἰδέναι, τί μὲν ἡ τοιάδε λέξις σημαίνει, πῶς δὲ αὐτὴν χρὴ καὶ δι᾿ ἑτέρων ὁμοδυνάμων καὶ ἐκφαντικωτέρων λέξεων διασαφῆσαι, προσπασχόντων δὲ στοιχείοις καὶ γραμμαῖς ἀνοήτοις καὶ συλλαβαῖς καὶ λέξεσιν ἀγνώστοις μὴ διαβαινούσαις εἰς τὸ τῆς ψυχῆς αὐτῶν νοερόν, ἀλλ᾿ ἔξω περὶ τὰ χείλη καὶ τὰς ἀκοὰς αὐτῶν διαβομβουμέναις. Ὥσπερ οὐκ ἔξον τὸν τέσσαρα ἀριθμὸν διὰ τοῦ δὶς δύο σημαίνειν ἢ τὰ εὐθύγραμμα διὰ τῶν ὀρθογράμμων ἢ τὴν μητρίδα διὰ τῆς πατρίδος ἢ ἕτερόν τι τῶν πολλοῖς τοῦ λόγου μέρεσι ταὐτὸ σημαινόντων. Δέον εἰδέναι κατὰ τὸν ὀρθὸν λόγον, ὅτι στοιχείοις καὶ συλλαβαῖς καὶ λέξεσι καὶ γραφαῖς καὶ λόγοις χρώμεθα διὰ τὰς αἰσθήσεις. Ὡς ὅταν ἡμῶν ἡ ψυχὴ ταῖς νοεραῖς ἐνεργείαις ἐπὶ τὰ νοητὰ κινεῖται, περιτταὶ μετὰ τῶν αἰσθητῶν αἱ αἰσθήσεις ὥσπερ καὶ αἱ νοεραὶ δυνάμεις, ὅταν ἡ ψυχὴ θεοειδὴς γενομένη δι᾿ ἑνώσεως ἀγνώστου ταῖς τοῦ ἀπροσίτου φωτὸς ἀκτῖσιν ἐπιβάλλει ταῖς ἀνομμάτοις ἐπιβολαῖς. Ὅταν δὲ ὁ νοῦς διὰ τῶν αἰσθητῶν ἀνακινεῖσθαι σπεύδει πρὸς θεωρητικὰς νοήσεις, τιμιώτεραι πάντως εἰσὶν αἱ ἐπιδηλότεραι τῶν αἰσθήσεων διαπορθμεύσεις, οἱ σαφέστεροι λόγοι, τὰ τρανέστερα τῶν ὁρατῶν. Ὡς ὅταν ἀτράνωτα ᾖ τὰ παρακείμενα ταῖς αἰσθήσεσιν, οὐδὲ αὐταὶ τῷ νῷ παραστῆσαι τὰ αἰσθητὰ καλῶς δυνήσονται. Πλὴν ἵνα μὴ ταῦτα εἰπεῖν δοκῶμεν ὡς τὰ θεῖα λόγια παρακινοῦντες, ἀκουέτωσαν αὐτῶν οἱ τὴν ἔρωτος ἐπωνυμίαν διαβάλλοντες· Ἐράσθητι αὐτῆς, φησί, καὶ τηρήσει σε· περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, καὶ ὅσα ἄλλα κατὰ τὰς ἐρωτικὰς θεολογίας ὑμνεῖται.