3.
Ἐξ αὐτῆς ζωοῦται καὶ περιθάλπεται καὶ ζῷα πάντα καὶ φυτά. Καὶ εἴτε νοερὰν εἴποις εἴτε λογικὴν εἴτε αἰσθητικὴν εἴτε θρεπτικὴν καὶ αὐξητικὴν εἴτε ὁποίαν ποτὲ ζωὴν ἢ ζωῆς ἀρχὴν ἢ ζωῆς οὐσίαν, ἐξ αὐτῆς καὶ ζῇ καὶ ζωοῖ τῆς ὑπὲρ πᾶσαν ζωὴν καὶ ἐν αὐτῇ κατ᾿ αἰτίαν ἑνοειδῶς προϋφέστηκεν. Ἡ γὰρ ὑπέρζωος καὶ ζωαρχικὴ ζωὴ καὶ πάσης ζωῆς ἐστιν αἰτία καὶ ζωογόνος καὶ ἀποπληρωτικὴ καὶ διαιρετικὴ ζωῆς καὶ ἐκ πάσης ζωῆς ὑμνητέα κατὰ τὴν πολυγονίαν τῶν πασῶν ζωῶν ὡς παντοδαπὴ καὶ πᾶσα ζωὴ θεωρουμένη καὶ ὑμνουμένη καὶ ὡς ἀνενδεής, μᾶλλον δὲ ὑπερπλήρης ζωῆς, αὐτοζωὸς καὶ ὡς ὑπὲρ πᾶσαν ζωὴν ζωοποιὸς καὶ ὑπέρζωος ἢ ὅπως ἄν τις τὴν ζωὴν τὴν ἄφθεγκτον ἀνθρωπικῶς ἀνυμνήσοι.