1.
Ἐπειδὴ δὲ καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἀνατέθειται τῷ πάντων αἰτίῳ καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ ἡ στάσις καὶ ἡ κίνησις, φέρε, καὶ τούτων τῶν θεωνυμικῶν ἀγαλμάτων, ὅσα ἡμῖν ἐμφανῆ, θεωρήσωμεν. Μέγας μὲν οὖν ὁ θεὸς ἐν τοῖς λογίοις ὑμνεῖται καὶ ἐν μεγέθει καὶ ἐν αὔρᾳ λεπτῇ τὴν θείαν ἐμφαινούσῃ σμικρότητα. Καὶ ταὐτός, ὅταν φῇ τὰ λόγια· Σὺ δὲ ὁ αὐτὸς εἶ. Καὶ ἕτερος, ἡνίκα ὡς πολύσχημος καὶ πολυειδὴς ὑπὸ τῶν αὐτῶν λογίων διαπλάττεται. Καὶ ὅμοιος ὡς ὁμοίων καὶ ὁμοιότητος ὑποστάτης. Καὶ ἀνόμοιος πᾶσιν ὡς οὐκ ὄντος αὐτῷ τοῦ ὁμοίου. Καὶ ἑστὼς καὶ ἀκίνητος καὶ καθήμενος εἰς τὸν αἰῶνα καὶ κινούμενος ὡς ἐπὶ πάντα πορευόμενος. Καὶ ὅσαι ἄλλαι ταύταις ὁμοδύναμοι θεωνυμίαι πρὸς τῶν λογίων ὑμνοῦνται.