• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Makarios Magnes Kritik des Neuen Testaments

III, 4.

[Τίς ὁ λόγος τῶν χοίρων καὶ τῶν δαιμόνων;] [15] Eἰ δὲ θέλοντες κἀκείνην τὴν ἱστορίαν εἰπεῖν. .., οὕτως ὕθλος φανεῖται καπηλικὸς τὸ λεχθέν, ὁπηνίκα Ματθαῖος μὲν δύο δαίμονας απὸ μνημείων λέγει ἀπαντῆσαι τῷ Χριστῷ, εἶτα φοβηθέντας τὸν Χριστὸν ει}ς χοίρους άπελθεῖν καὶ ἀποκτεναι πολλούς. Μάρκος δὲ καὶ ἀριθμὸν ὑπέρμετρον οὐκ ὤκνησεν [20] ἀναπλάσαι τῶν χοίρων· φηοὶ δὲ οὕτως· Ἔλεγεν αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἀπὸ τοῦ άνθρώπου καὶ ἐπερώτησεν αὐτόν· τί σοι ὄνομα· καὶ ἀπεκρίθη..., ὅτι πολλοί.. . καὶ 1 S. 36 παρεκάλει αὐτόν, ἵνα μὴ ἐκβάλῃ αὐνὸν ἔξω τῆς χώρας. ἦν δè ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ παρεκάλει αὐτὸν τὰ δαιμόvia, ὅπως ἐπιτρέψῃ αὐτος ἀπελθεῖν εἰς τοὺς χοίρους. καὶ ἀπελθόντις εἰς τοὺς χοίρους ὥρμησαν κατὰ τοῦ κρημνοῦ [5] εἰς την θόλασσαν, ὡς δισχχίλιοι, καὶ ἀπεπνίγησαν· οἱ δὲ βόσκοντες ἔφυγον. ὢ μῦθος, ὢ λῆρος, ὢ γέλως ὄντως πλατύς! χοίρων πλῆθος δισχιλίων εἰς θάλασσαν ἔδραμε καὶ συμπνιγὲν ἀπώλετο! καὶ πῶς ἀκούων τις, ὡς οἱ δαίμονες παρακαλοῦσιν, ἵνα μὴ πεμφθῶσιν εἰς ἀβνσσον, εἶτ᾿ ὁ Χριστὸς παρακληθεὶς [10] τούτους οὐκ ἔπεμψεν, ἀλλὰ τοῖς χοίροις αὐτοὺς ἐπαπέστειλεν, οὐκ ἐρεῖ· φεῦ τῆς ἀπαιδευσίας! φεῦ τῆς κωμικῆς πλάνης, φονίων πνευμάτων καὶ βλάβην ἐν κόσμῳ πολλὴν ἐργαζομένων, λαμβάνειν ἀξίωσιν καὶ ὅπερ ἐβούλοντο, τοῦτ᾿ ἐπιτρέπειν αὐτοῖς! ἐβούλοντο δ’ οἱ δαίμονες χορεύειν ἐν βίῳ καὶ παίγνιον ποιεῖν [15] τὸν κόσμον ἀκόρεστοι·᾿εβούλοντο γῆν συμμίξαι καὶ θάλασσαν καὶ πενθικὸν τὸ σύμπαν ἐκτελέσαι θέατρον· ἐβούλοντο τὰ στοιχεία ἐκταράξαι τῇ συγχύσει καὶ κτίσιν ὅλην ἀμαλδῦναι τῇ βλάβῃ· ἐχρῆν δ᾿ οὖν τοὺς κακῶς διαθεμένονς τὸν ἄνθρωπον εἰς ὅπερ ἀπηύχοντο τῆς ἀβύσσου γωρίον βαλεῖν, τοὺς ἀρχεκάκους, [20] άλλ᾿ οὐ θηλυνόμενον αὐτῶν τῇ παρακλήσει ἑτέραν ἐπιτρέψαι συμφορὰν ἀπεργάσασθαι. εί γὰρ ὄντως ἀληθὲς τοῦτο καὶ μὴ πλάσμα τυγχάνει, ὡς ἡμεῖς σαφηνίζομεν, πολλὴν ὁ λόγος τοῦ2 S. 38 Χριοτοῦ κατηγορεῖ κακίαν, ἐλαύνειν μὲν ἐξ ἑνὸς ἀνθρώπου τοὺς δαίμονας, τούτους δὲ χοίροις ἐπιπέμπειν ἀλόγοις καὶ τοὺς · συβώτας ἐκδειματῶσαι τοῖς φόβοις καὶ φεύγειν ἀπνευστὶ ποιῆσαι ἐν ταραχῆ καὶ πόλιν ἐπὶ τῷ γενομένῳ σοβῆσαι θορύβῳ [5] δίκαιον γὰρ μὴ μόνον ἑνὸς ἢ δυοῖν ἢ τριῶν ἢ τρισκαίδεκα, ἀλλὰ παντὸς ἀνθρώπου θεραπεῦσαι τὴν βλάβην, καὶ μάλιισθ᾿ ὅτι τούτου χάριν αὐτὸν ἐπιστῆναι τῷ βίῳ μαρτυρούμενον. ἀλλ᾿ ἁπλῶς ἕνα μὲν δεσμῶν ἀοράτων ἐκλύειν, ἄλλοις δὲ τοὺς δεσμοὺς ἀποστέλλειν ἀφανῶς, καί τινας μὲν τῶν φόβων [10] ἐλευθεροῦν αἰσίως, τινὰς δὲ τοῖς φόβοις περιβάλλειν ἀλόγως· τοῦτο γὰρ οὐ κατόρθωμα, ἀλλὰ κακουργία δικάως ἂν κληθείη. οὐ μὴν ἀλλὰ καὶ ὁ πολεμίων λαμβάνων ἀξίωσιν ἐπὶ χώραν ἑτέραν οἰκεῖν καὶ κατανέμεσθαι ὅμοιον πράττει βασιλεῖ φθείροντι τὸ ὑπήκοον, ὅστις, ἀδυνατῶν ἐκ πάσης χώρας ἐλάσαι τὸν βάρβαρον, [15] εἰς τόπον ἐκ τόπου τοῦτον ἐκπέμπει μένειν, χώραν ἐκ τοῦ κακοῦ μίαν ἐξαιρούμενος καὶ μίαν ἔκδοτον τῷ κακῷ δώρουμένος. εἰ γοῦν καὶ ὁ Χριστὸς ὁμοίως ἀδυνατῶν τότε τῆς ἐνορίου ἐλάσαι τὸν δαίμονα εἰς ἀγέλην αὐτὸν τῶν χοίρων ἐξέπεμπε, τερατῶδες μὲν ὄντως τοῦτο καὶ χρᾶναι τὴν ἀκοὴν [20] ποεῖν δυνάμενον, μεστὸν δὲ φαύλης ὑπονοίας ἐργάζεται. εὐθὺνς γὰρ ταῦτ᾿ ἀκούσας εὖ φρονῶν ἔκρινεν αὐτόθεν δικάοας τὴν ἀφήγησιν, καὶ ψῆφον ἀνάλογον ἐπῆρε τῷ πράγματι λέγων· εἰ μὴ πᾶσαν τὴν ὑφήλιον τῆς βλάβης ἐλευθεροῖ, ἀλλ᾿ εἰς διαφόρους χώρας φυγαδεύει τὰ βλάπτοντα καί τινων φροντίζει [25] καί τινων οὐ κήδεται, οὐκ ἀσφαλὲς τούτῷ προσφεύγειν καὶ σώζεσθαι· ὁ γὰρ σωθεὶς τοῦ μὴ σωθέντος λυπεὶ τὴν διάθεσιν, καὶ ὁ μὴ σωθεὶς τοῦ σωθέντος ὑπάρχει κατήγορος, ὅθεν, ώς ἐγὼ κρίνω, πλάσμα τῆς ἱστορίας ταύτης ἡ ἀφήγησις. εἰ δ᾿ ὐν πλάσμα τυγχάνει, τῆς δ’ ἀληθείας συγγενές, γέλως ὄντως ἱκανὸς τῶν [30] χασμωμένων ἐστί. φέρε γὰρ ὧδε τουτὶ σαφῶς ἐξετάσωμεν, πῶς3 S. 40 ἐν Ἰουδαίᾳ γῇ τοσοῦτο πλῆθος τότε χοίρων ἐνέμετο τῶν μάλίστα ῥυπαρῶν καὶ μισουμένων τοῖς Ἰουδαίοις βοσκημάτων ἄνωθεν, πῶς δὲ καὶ πάντες οἱ χοῖροι ἐκεῖνοι συνεπνίγησαν, λίμνης οὐ θαλάσσης βαθείας ὑπαρχούσης. καὶ ταῦτα μὲν νηπίοις [5] κρίνειν παραχωρήσωμεν!


  1. 15 θέλομεν Blondel, ego post εἰπεῖν verbum excidisse puto — οὕτως in textu, ὄντως in marg.

    20 ff Mark. 5, 8 ff (ἀπὸ τοῦ ἀνθρώπου A 33 al5 c f i 1 q alvid vulg., ἐκ. τ. ἀ. plurimi — ἐπηρώτησεν A a c e ff2 i q, vgl. Lukas, ἐπηρώτa plurimi — σοι ὄνομα cum D it vulg., ὄνομά σοι plurimi — ἀπεκρίθη sine λέγων D a b e f i q, λέγει αὐτῷ vel ἐπεκρίθη λέγων cett. — desunt (vix consulto) verba ante ὅτι: »λεγιὼν ὄνομά μοι« — deest post πολλοί »ἔσμεν« 

    22 desunt nonnulla, vide infra  ↩

  2. 1 ff πολλὰ deest post αὐτὸν — ἵνα μὴ ἐκβάλῃ αὐτὸν Cod, ἵνα μὴ αὐτὰ ἀποστείλῃ Mark., sed αὐτὸν habent אLKΠ b e, et »expelleret« offerunt codd. Lat. antiquissimi — ἐκεῖ πρὸς τῷ ὄρει Mark., sed codd. 1, 33(?) omittunt πρὸς τῷ ὄρει cum nostro — ἀγέλη χοίρων μεγάλη Mark., noster om. μεγάλη cum DLU, multis codd. Lat. antiquissimis, vulg. — (πάντες) oἱ δαίμονες Mark., δαιμόνια noster cum D, ef — παρεκάλεσαν αὐτὸν λέγοντες: noster om. λέγοντες — πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν Mark., ὅπως ἐπιτρέψῃ αὐτοῖς ἀπελθεῖν εἰς τοὺς χοίρους noster, cf. Luk. 8, 32 — καὶ ἀπελθόντες εἰς τ. χοίρους cf. Matth. 8, 32 — ὥρμησαν ex err. scripsit noster; nam sues, non daemones in mare praecipitati sunt; Marcus: ὥρμησεν ἡ ἀγέλη — Markus ἐπνίγοντο, noster ἀπεπνίγησαν, cf. Luk. 8, 33 [ἀπεπνίγη, S al3 ἀπεπνίγησαν] — καὶ οἱ βόσκοντες Mark., oἱ δὲ β. noster cum Π unc8 codd. Lat. fere omnibus, ut Matth.) 

    15 ἀκόρεστον Cod, Blondel

    18 οὐ γὰρ ἔχρην Cod, Blondel, οὐ γὰρ delevi

    20 ἀλλ᾿ οὐ Blondel in nota, ἀλλὰ Cod

    21 οὕτως in textu, ὄντως in marg.

    21 f Cod in marg.: τοὺς χοίρους παρὰ τὸν νόμον ἔτρεφον ἰουδαῖοι πωλοῦντες τὰ κώεα [lege κρέα] ... τοῖς ῥωμαϊκοῖς στρατεύμασι· διὰ τοῦτο ὁ σωτὴρ ὑπερδικῶν τοῦ νόμου... τρέψει τοῖς δαίμοσιν εἰσελθεῖν εἰς a rec. Manu ↩

  3. 3f ποιῆσαι Blondel, ποιήσας Cod

    5 οὐ γὰρ δίκαιον Cod, Blondel

    6f evv. Var. ll. 

    12 ὁ . . . λαμβάνων ego, τὸ λαμβάνειν Cod, Blondel

    17 f τῆς ἐνορίου ἐλάσαι τὸν δαίμονα Blondel in nota, τὴν ἐνόριον ἐλάσαι τοῦ δαίμονος Cod

    20 ποιεῖ δυνάμενον Cod, Blondel; locus corruptes videtur — μεστόν Cod, an recte?

    28 si secundum codicem ταύτης legas, τῆς ἱστορίας ταύτης ad ἡ ἀφήγησις referas; si τῆς ἱστορίας ad πλάσμα referre malis, αὑτη ἡ ἀφήγησις legendum est ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Kritik des Neuen Testaments
Translations of this Work
Die Quästionen des griechischen Philosophen Compare
Commentaries for this Work
Kommentar zur Kritik des Neuen Testaments

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy