III, 18.
[15] Φέρε δέ σοι κἀκείνην ὧδε τὴν λέξιν εἴπωμεν, τίνος χάριν τοῦ πειράζοντος τὸν Ἰησοῦν λέγοντος· Βάλε σεαυτὸν ἀπὸ τοῦ Ιεροῦ κάτω, τοῦτο μὲν οὐ ποιεῖ, φηςὶ δὲ πρὸς αντόν· Οὐ πειράσεις κύριον τὸν θεόν σου; ὅπερ δοκεῖ μοι δεδοικότα τὸν τῆς καταπτώσεως κίνδυνον τοῦτ᾿ εἰρηκέναι· εἰ γάρ, ὥς φάτε, [20] ἀλλὰ τε καὶ πολλὰ διεπράττετο θαύματα καὶ δὴ καὶ νεκροὺς ἀνίστα λόγῳ μόνῳ, ἐχρῆν αὐτὸν αὑτὸν παραχρῆμα δεῖξαι ὡς ἱκανὸν καὶ ἑτέρους ἀπὸ κινδύνων ῥύεσθαι ἐν τῷ δισκεῦσαι τοῦ ὕψους ἄνωθεν αὑτὸν κάτω καὶ μηδὲν ὁτιοῦν αὐτὸν λωβηθῆναι τοῦ σώματος, καὶ μάλισθ᾿ ὅτι καὶ γραῳικὸν εἰς αὐτόν που [25] διελάλει κεφάλαιον, φάσκων· Ἐπὶ χειρῶν ἀροῦσί σε μήποτε προσκόψης πρὸς λίθον τὸν πόδα σου. ὅθεν τοῖς ἐν τῷ1 S. 52 ἱερῷ παροῦσι δεῖξαι τῷ ὄντι δίκαιον, ὅτι θεοῦ παῖς ἐστι καὶ παντὸς κινδύνου δύναται αὑτόν τε καὶ τοὺς αὑτοῦ ῥύεσθαι.2
-
16ff Matth. 4,6 (ἀπὸ τ. ἱεροῦ om. cett.)
21 αὐτὸν sine αὑτὸν Cod, Blondel
22 ἱκανὸς Cod, ἱκανός ἑστι Blondel — ῥύσασθαι in textu, ῥύεσθαι in marg. Cod
24 εἰς αὐτόν Cod, Blondel
25 φάσκων?
25 f Matth. 4, 7; auctor oblitus est, hunc versum versui 6 praecedere ↩
-
2 αὐτόν τε καὶ τοὺς αὐτοῦ Cod, Blondel ↩