III, 33.
S. 64 Είθ᾿ ὑπστρέψας ἀφνίδιον ὡς ὀνειροπλὴξ ἀφ᾿ ὕνπνου τινὸς ἀναπηδήσας φάσκει· Μαρτύρομαι ἐγὼ Παῦλος ὅτι ἐάν τις ἓν ποιήσῃ τοῦ νόμου, ὀφειλέτης ἐστὶν ὅλον τὸν [6] νόμον ποιῆσαι, ἀντὶ τοῦ ὅλως οὐ χρῆ τοῖς λεγομένοις ὑπὸ τοῦ νόμου προσέχειν. Ὁ βέλτιστος οὗτος, ὁ φρενήρης, ὁ συνετός, ὁ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου πεπαιδευμένος, ὁ τοσαυτάκις Μωσέως δεξιῶς μεμνημένος, ὥοπερ ἐν οἴνω καὶ μέθῃ διαβραχείς, ἀναιρεῖ δογματίζων τοῦ νόμου τὸ πρόσταγμα, [10] λέγων Γαλάταις· Τίς ὑμᾶς ἐβάσκανεν τῇ ἀλητείᾳ μὴ πειθεσθαι; τουτέστι τῷ εὐαγγελίῳ· εἴτα δεινοποιῶν καὶ φρικτὸν ἐργαζόμενός τινα τῷ νόμῳ πείθεσθαι λέγει· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν. ὁ γράφών Ῥωμαίοις, ὅτι ὁ νόμος πνευματικός ἐστι, καὶ αὖθις · ὁ νόμος ἅγιος [16] καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία, τοὺς πειθομένους τῷ ἁγίῳ ὑπὸ κατάραν τίθησιν. εἶτα φύρων ἄνω καὶ κάτω τὴν φύσιν τοῦ πράγματος συγχέει τὸ πᾶν καὶ ζοφερὸν ἐργάζεται, ὡς σκοτοδινιάσαι μικροῦ δεῖν τὸν ἀκούοντα καὶ καθάπερ ἐν νυκτὶ προσαράττειν ἑκατέροις, τῷ τε νόμῳ προσπταίειν καὶ τῷ [20] εὐαγγελίῳ προσκρούειν τῇ συγχύσει διὰ τὴν τοῦ χειραγωγοῦντος ἀμαθίαν.1
-
2 αἰφνίδιον in ext. marg.
7 Act. 22, 3
10 f Gal. 3, 1 (τῇ ἀλ. μὴ πείθ. cum CDeEKLP Vulg. > אABD**FG Itala etc.)
10 ἐβάσκηνεν Cod — μὴ supra lin. add. sec. manus
12 τινα minus placet
12 f Gal. 3, 10
14 Rom. 7, 14
14 f Rom. 7, 12
20 ἐν τῆ malo ↩