III, 36.
S. 68 Ὅμοιον τούτοις ἐν ταῖς ἐπιστολαῖς αὐτοο ῥῆμά τι εὕρομεν, ἔνθα τὴν παρθενίαν ἐπαινῶν, μεταβαλλόμενος ανὖις γράφει· Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως [5] προσέχοντες πνεύμασι πλάνης, κωλύοντες γαμεῖν, ἀπέχεσθαι βρωμάτων, καὶ ἐν τῇ πρὸς Κορινθίονς δὲ ἐπιστολῇ λέγει · Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω. οὐκοῦν ὁ παρθενεύων οὐ καλῶς ποιεῖ οὐδ᾿ ὁ γάμων ἀπεχόμενος πονεροῦ τίνος ὑφηγήσει πειθομενος, μὴ ἔχοντες πρόοταγμα περὶ [10] παρθενίας τοῦ Ἰησοῦ, καὶ πῶς τινες παρθενεύουσαι ὡς μέγα τι κομπάζουσι καὶ λέγουσι πνεύματος ἁγίου πεπληρῶσθαι ὁμοίως τῇ τεξαμένῃ τὸν Ἰησοῦν; ἀλλ᾿ ἡμεῖς ἔτι λέγειν κατὰ τοῦ Παύλου παυσόμεθα, γνόντες αὐτὸν καθ᾿ ἑαυτοῦ τοιαύτην γιγαντομαχίαν λόγων καθοπλίσαντα· εἰ δ᾿ ἀποκριθῆναί οοι [15] τις περιουσία πρὸς ταῦτα καθέστηκε, μηδὲν ἀναβαλλόμενος ἀπόκριναι.1
-
2 Exspectas I Kor. 7, 8 vel alium versum
4 ff I Tim. 4, 1 (πλάνης P vulg., Justin, Clem. Alex., Ambros., Aug. etc., πλάνοις cett.)
7 I Kor. 7,25
11 f Luk. 1, 34
14 εἰ δὲ τοῦ ? ↩