IV, 4.
[20] Ἴδωμεν δ' ἐκεῖνο τὸ ῥηθὲν τῷ Παύλῳ· Εἶπε δὲ δἰ ὁράματος ὁ κύριος ἐν νυκτὶ τῷ Παύλῳ· μὴ φοβοῦ, ἀλλὰ λαλει, ὅτι μετὰ σοῦ εἰμὶ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαι σε. καὶ ὅσον οὐδέπω ἐν Ῥώμη κρατηθεὶς τῆς κεφαλῆς ἀποτέμνεται [25] οὕτος ὁ κομψός, ὁ λέγων ὅτι Ἀγγέλους κρινοῦμεν, οὐ μὴν ἀλλὰ καὶ Πέτρος λαβὼν ἐξουσίαν βόσκειν τὰ ἀρνία τῷ σταυρῷ προσηλωθεὶς ἀνασκολοπίζεται· καὶ ἄλλοι δὲ μύριοι τούτοις ὁμόδοξοι οἱ μὲν ἐκαύθησαν, οἱ δ᾿ ἄλλοι τιμωρίαν ἢ 1 S. 76 λώβην δεξάμενοι διεφθάρηsαν· τοῦτο δ' οὐκ ἀξιον θεοῦ γνώμης, ἀλλ᾿ οὐδ᾿ ἀνδρὸς εὐσεβοῦς εἰς ἑαυτοῦ χάριν καὶ πίστιν πλῆθος ἀνδρῶν ἀπανθρώπως κολάζεσθαι, τῆς προσδοκωμένης ἀναστάσεως καὶ ἐλενσεως οὔσης ἀδήλου.2