• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Makarios Magnes Kritik des Neuen Testaments

IV, 21.

[10] Εἰ γὰρ ἀγγέλους φάτε τῷ θεῷ παρεστάναι ἀπαθεῖς καὶ ἀθανάτους καὶ τὴν φύσιν ἀφθάρτους, οὓς ἡμεῖς θεοὺς λέγομεν διὰ τὸ πλησίον αὐτοὺς εἶναι τῆς θεότητος, τί τὸ ἀμφισβητούμενον περὶ τοῦ ὀνόματος ἢ μόνον τὸ διαφορὰν ἡγεῖσθαι τῆς κλήσεως; [15] καὶ γὰρ τὴν καλουμένην ὑφ᾿ Ἑλλήνων Ἀθηνᾶν Μινερβᾶν οἱ Ῥωμαῖοι καλοῦσιν, Αἰγύπτιοι δὲ καὶ Σύροι καὶ Θρᾷκες ἄλλως προσαγορεύουσι, καὶ οὐ δήπου τῇ τῶν ὀνομάτων διαφορᾷ συσχηματίζεται ἢ ἀναιρεῖταί τι τῆς τοῦ θεοῦ προσηγορίας. Εἴτε οὖν θεοὺς εἴτε ἀγγέλους τις αὐτοὺς ὀνομάζει, οὐ πολὺ τὸ διάφορον τῆς [20] φύσεως αὐτῶν μαρτυρουμένης θείας, ὁπότε γράφει Ματθαῖος οὕτως· Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε· πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμονῦιν οὔτε γαμίζονται, ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ. ὁμολογούμένου τοίνυν θείας φύσεως τοὺς [25] ἀγγέλους μετέχειν, οἱ τὸ πρέπον σέβας τοῖς θεοῖς ποιοῦντες οὐκ ἐν ξύλῳ ἢ λίθῳ ἢ χαλκῷ, ἐξ οὗ τὸ βρέτας κατασκευάζεται, τὸν1 S. 88θεὸν εἶναι νομίζουσιν, οὐδ’ εἲ τι μέρος ἀγάλματος ἀκρωτηριασθῇ, τῆς τοῦ θεοῦ δυνάμεως ἀφαιρεῖσθαι κρίνουσιν. ὑπομνήσεως γὰρ ἑνεκα τὰ ξόανα καὶ οἱ ναοὶ ὑπὸ τῶν παλαιῶν ἱδύνθησαν, ὑπὲρ τοῦ φοιτῶντας ἐκεῖσε τοὺς προσιόντας εἰς [5] ἔννοιαν γίνεσθαι τοῦ θεοῦ ἢ σχολὴν ἄγοντας καὶ τῶν λοιπῶν καθαρεύοντας εὐχαῖς καὶ ἱκεσίαις χρῆσθαι, αἰτοῦντας παρ’ αὐτοῦ ὧν ἕκαστος χρῄζει. καὶ γὰρ εἴ τις εἰκόνα κατασκευάσει φίλου, ὀκ ἐν ἐκείνῳ δήπουθεν αὐτῶ νομίζει τὸν φίλον εἶναι οὐδὲ τὰ μέλη τοῦ σώματος ἐκείνου τοῖς τῆς γραφῆς ἐγκεκλεῖσθαι [10] μέρεσιν, ἀλλὰ τὴν εἰς τὸν φίλον τιμὴν δι᾿ εἰκόνος δείκνυσθαι. τάς δὲ προσαγομένας τοῖς θεοῖς θυσίας οὐ τοσοῦτον τιμὴς εἰς αὐτοὺς φέρειν, ὅσον δεῖγμα εἶναι τῆς τῶν θρησκευόντων προαιρέσεως καὶ τοῦ μὴ πρὸς αὐτοὺς ἀχαρίστως διακεῖσθαι. ἀνθρωποειδῆ δὲ τῶν ἀγαλμάτων εἰκότως εἶναι τὰ σχήματα, [15] ἐπεὶ τὸ κάλλιστον τῶν ζῴων ἄνθρωπος εἶναι νομίζεται καὶ εἰκὼν θεοῦ, ἔνι ἐξ ἑτέρου λόγου τοῦτο κρατῦναι τὸ δόγμα, διαβεβαιουμένου δακτύλους ἔχειν τὸν θεόν, οἷς γράφει φάσκων Καὶ ἔδωκε τῷ Μωσῇ τὰς dύo πλάκας τὰς λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ· ἀλλὰ καὶ οἱ Χριστιανοὶ μίμουμενοι [20] τὰς κατασκευὰς τῶν ναῶν μεγίστους οἴκους οἰκοδομοῦσιν, εἰς οὓς συνιόντες εὔχονται, καὶτοι μηδενὸς κωλύοντος ἐν ταῖς οἰκίαις τοῦτο πράττειν, τοῦ κυρίου δηλονότι πανταχόθεν ἀκούοντος.2


  1. 11 γὰρ Nic., γοῦν Blondel (Cod?)

    16 ἄλλως Nic. Cod (in marg. sec. manus)

    18 τι add. Blondel

    18 f θεούς τις αὐτοὺς εἴτε ἀγγέλους Nic.

    22 μήτε Nic.

    24 θείας usque

    25 μετέχειν] in marg.: οὔκ ἐστιν ἀληθὲς τοῦτο

    25 σεβαστοῖς legit Pitra

    26 βρέτας Nic., σέλας Cod (fort. recte)  ↩

  2. 1 οὐδ᾿ εἰ usque

    2 κρίνουσιν apud Nic. deesse Blondel ex errore dixit; praesto sunt — εἴτι Nic., εἰ τὸ Cod

    1 f ἀκρωτηριασθείη Nic. ἀκρωτήριασθείσης Dubner, Pitra; ὡς ante ἀκρωτ. vult Dubner

    4 ἱδρύνθηsαν Nic. 4 f ἐκεῖ τοὺς εἰσιόντας Cod; verba τοὺς προσιόντας (εἰσιόντας) glossam redolere videntur; at fortasse auctor scripsit: ὑπὲρ τοῦ τοὺς φοιτῶντας ἐκεῖσε, προσιόντας} εἰς ἔννοιαν γίνεσθαι κτλ.

    5 ἢ Cod, εἰ Nic. — τὸ λοιπόν Cod

    6 αἰτοῦντα Nic. — αὐτοῦ Wagenmann, αὐτῶν Cod, Nic., Blondel

    7 ἕκαστα Cod

    9 μέρη Nic.

    11 τὰς δὲ προσαγομένας usque

    13 διακεῖσθαι glossam redolent — τιμὴν Cod, Blondel

    12 φέρει Nic.

    16 ἔνι δὲ Cοd, Nic., Blondel — λόγον om. Nic.

    18 λιθίνας om. Cod, λιθίνας τὰς?

    21 εἰς sec. manus Cod et Nic., καὶ prima manus

    22 τοῦ κυρίου om. Cod

    25 κούφως Cod

    18 f Exod. 31, 18  ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Kritik des Neuen Testaments
Translations of this Work
Die Quästionen des griechischen Philosophen Compare
Commentaries for this Work
Kommentar zur Kritik des Neuen Testaments

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy