• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Theophilus von Antiochien (183) Ad Autolycum
III

22.

Ἀλλὰ καὶ περὶ τοῦ ναοῦ τῆς οἰκοδομῆς τοῦ ἐν Ἰουδαίᾳ, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σολομὼν μετὰ ἔτη πεντακόσια ἑξήκοντα ἓξ τῆς Αἰγύπτου ἐξοδίας τῶν Ἰουδαίων, παρὰ Τυρίοις ἀναγέγραπται ὡς ὁ ναὸς ᾠκοδόμηται, καὶ ἐν τοῖς ἀρχείοις αὐτῶν πεφύλακται τὰ γράμματα, ἐν αἷς ἀναγραφαῖς εὑρίσκεται γεγονὼς ὁ ναὸς πρὸ τοῦ τοὺς Τυρίους τὴν Καρχηδόνα κτίσαι θᾶττον ἔτεσιν ἑκατὸν τεσσαράκοντα τρισίν, μησὶν ὀκτώ· (ἀνεγράφη ὑπὸ Ἱερώμου τοὔνομα βασιλέως Τυρίων, υἱοῦ δὲ Ἀβειβάλου, διὰ τὸ ἐκ πατρικῆς συνηθείας τὸν Ἱέρωμον γεγενῆσθαι φίλον τοῦ Σολομῶνος, ἅμα καὶ διὰ τὴν ὑπερβάλλουσαν σοφίαν, ἣν ἔσχεν ὁ Σολομών. ἐν γὰρ προβλήμασιν ἀλλήλους συνεχῶς ἐγύμναζον· τεκμήριον δὲ τούτου, καὶ ἀντίγραφα ἐπιστολῶν αὐτῶν φασιν μέχρι τοῦ δεῦρο παρὰ τοῖς Τυρίοις πεφυλαγμένα· γράμματά τε ἀλλήλοις διέπεμπον.) - καθὼς μέμνηται Μένανδρος ὁ Ἐφέσιος, ἱστορῶν περὶ τῆς Τυρίων βασιλείας, λέγων οὕτως· “Τελευτήσαντος γὰρ Ἀβειβάλου” βασιλέως Τυρίων “διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἱέρωμος, ὃς βιώσας ἔτη πεντήκοντα τρία <ἐβασίλευσεν ἔτη τριάκοντα τέσσαρα>. τοῦτον δὲ διεδέξατο Βαλεάζωρος, βιώσας ἔτη μγ´, ὃς ἐβασίλευσεν ἔτη ιζ´. <μετὰ τοῦτον Ἀβδάστρατος, ὃς βιώσας ἔτη κθ´ ἐβασίλευσεν ἔτη θ´.> μετὰ δὲ τοῦτον Μεθουάσταρτος, βιώσας ἔτη νδ´, ἐβασίλευσεν ἔτη ιβ´. μετὰ δὲ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Ἀθάρυμος, βιώσας ἔτη νη´, ἐβασίλευσεν ἔτη θ´. τοῦτον ἀνεῖλεν ὁ ἀδελφὸς αὐτοῦ Ἕλλης τοὔνομα, ὃς βιώσας ἔτη ν´ ἐβασίλευσεν μῆνας ὀκτώ. τοῦτον ἀνεῖλεν Ἰουθώβαλος, ἱερεὺς τῆς Ἀστάρτης, ὃς βιώσας ἔτη μ´ ἐβασίλευσεν ἔτη λβ´. τοῦτον διεδέξατο ὁ υἱὸς αὐτοῦ Βαλέζωρος, ὃς βιώσας ἔτη με´ ἐβασίλευσεν ἔτη Ϛ´. υἱὸς δὲ τούτου Μέττηνος, βιώσας ἔτη λβ´, ἐβασίλευσεν ἔτη κθ´. τοῦτον διεδέξατο Πυγμαλίων, ὃς βιώσας ἔτη νϚ´ ἐβασίλευσεν ἔτη μζ´. ἐν δὲ τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ <ἡ ἀδελφὴ αὐτοῦ> εἰς Λιβύην φυγοῦσα πόλιν ᾠκοδόμησεν τὴν μέχρι τοῦ δεῦρο Καρχηδονίαν καλουμένην. συνάγεται οὖν ὁ πᾶς χρόνος ἀπὸ τῆς Ἱερώμου βασιλείας μέχρι Καρχηδόνος κτίσεως ἔτη ρνε´, μῆνες ὀκτώ. τῷ δὲ δωδεκάτῳ ἔτει τῆς Ἱερώμου βασιλείας ἐν Ἱεροσολύμοις ὁ ναὸς ᾠκοδομήθη, ὥστε τὸν πάντα χρόνον γεγενῆσθαι ἀπὸ τῆς τοῦ ναοῦ οἰκοδομῆς μέχρι Καρχηδόνος κτίσεως ἔτη ρμγ´, μῆνες η´.”

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ad Autolycum
Übersetzungen dieses Werks
À Autolyque vergleichen
An Autolykus (BKV) vergleichen
Theophilus to Autolycus vergleichen
Kommentare zu diesem Werk
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung