54.
Μετὰ ταῦτά φησι πρὸς ἡμᾶς δῆθεν – ἵνα τηρήσω τὸ ἀπ' ἀρχῆς τῷ Ἰουδαίῳ προτεθέν – ὁ τοῦ Κέλσου Ἰουδαῖος ἐν τῷ πρὸς τοὺς πολίτας ἑαυτοῦ λόγῳ πιστεύσαντας·
[Τίνι οὖν προσήχθητε ἢ διότι προεῖπεν, ὡς ἀποθανὼν ἀναστήσεται; Καὶ τοῦτο δ' εἰς τὸ περὶ Μωϋσέως ὁμοίως] τοῖς προτέροις κοινοποιηθήσεται. Φήσομεν γὰρ πρὸς αὐτόν· [τίνι οὖν προσήχθητε ἢ διότι ἀνέγραψε περὶ τῆς ἑαυτοῦ τελευτῆς τοιαῦτα· «Καὶ ἐτελεύτησεν ἐκεῖ Μωϋσῆς οἰκέτης κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος κυρίου· καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Μωάβ, ἐγγὺς οἴκου Φογώρ. Καὶ οὐδεὶς οἶδε τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης»;] Ὡς γὰρ διαβάλλει ὁ Ἰουδαῖος ὅτι προεῖπεν, ὡς ἀποθανὼν ἀναστήσεται, πρὸς τὸν λέγοντα ταῦτα ὁ περὶ Μωϋσέως τὸ ὅμοιον φάσκων ἐρεῖ ὅτι [καὶ Μωϋσῆς ἀνέγραψεν – αὐτοῦ γάρ ἐστι καὶ τὸ Δευτερονόμιον] – ὅτι «Οὐδεὶς οἶδε τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης», [σεμνύνων καὶ ἐπαίρων καὶ τὴν ταφὴν αὐτοῦ ὡς οὐκ ἐγνωσμένην ἀνθρώπων γένει.]