• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος τρίτος

64.

Ἐπεὶ δέ φησι καὶ τό· Τίς οὖν αὕτη ποτὲ ἡ τῶν ἁμαρτωλῶν προτίμησις; καὶ ὅμοια τούτοις ἐπιφέρει, ἀποκρινούμεθα ὅτι καθάπαξ μὲν ἁμαρτωλὸς οὐ προτιμᾶται τοῦ μὴ ἁμαρτωλοῦ· ἔστι δ' ὅτε ἁμαρτωλὸς συναισθόμενος τῆς ἰδίας ἁμαρτίας καὶ διὰ τοῦτο πρὸς τὸ μετανοεῖν πορευόμενος ἐπὶ τοῖς ἡμαρτημένοις ταπεινὸς προτιμᾶται τοῦ ἔλαττον μὲν νομιζομένου εἶναι ἁμαρτωλοῦ, οὐκ οἰομένου δ' αὐτὸν ἁμαρτωλὸν ἀλλ' ἐπαιρομένου ἐπί τισιν, οἷς δοκεῖ συνειδέναι ἑαυτῷ κρείττοσι, καὶ πεφυσιωμένου ἐπ' αὐτοῖς. Καὶ τοῦτο δηλοῖ τοῖς βουλομένοις εὐγνωμόνως ἐντυγχάνειν τοῖς εὐαγγελίοις ἡ περὶ τοῦ εἰπόντος τελώνου παραβολή· «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ» καὶ περὶ τοῦ καυχησαμένου μετά τινος μοχθηροῦ οἰήματος Φαρισαίου καὶ φήσαντος· «Εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.» Ἐπιφέρει γὰρ ὁ Ἰησοῦς τῷ περὶ ἀμφοτέρων λόγῳ τὸ «Κατέβη οὗτος εἰς τὸν οἶκον αὐτοῦ δεδικαιωμένος παρ' ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Οὐ βλασφημοῦμεν οὖν τὸν θεὸν οὐδὲ καταψευδόμεθα, διδάσκοντες πάνθ' ὁντινοῦν συναίσθεσθαι τῆς ἀνθρωπίνης βραχύτητος ὡς πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα καὶ ἀεὶ αἰτεῖν ἀπ' ἐκείνου τὸ ἐνδέον τῇ φύσει ἡμῶν, τοῦ μόνου ἀναπληροῦν τὰ ἐλλιπῆ ἡμῖν δυναμένου.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung