72.
Εἶτα ὡς ἐκ προσώπου τοῦ διδάσκοντος τὸν ἡμέτερον λόγον τοιαῦτά φησιν· Οἱ σοφοὶ γὰρ ἀποτρέπονται τὰ ὑφ' ἡμῶν λεγόμενα, ὑπὸ τῆς σοφίας πλανώμενοι καὶ παραποδιζόμενοι. Φήσομεν οὖν καὶ πρὸς τοῦτο ὅτι, εἴπερ ἡ σοφία ἐπιστήμη «θείων» ἐστὶ «καὶ ἀνθρωπίνων» πραγμάτων καὶ τῶν τούτων αἰτίων ἤ, ὡς ὁ θεῖος λόγος ὁρίζεται, «Ἀτμὶς» «τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς» καὶ «ἀπαύγασμα» «φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ», οὐκ ἄν τις ὢν σοφὸς ἀποτρέποιτο τὰ ὑπὸ χριστιανοῦ ἐπιστήμονος τοῦ χριστιανισμοῦ λεγόμενα οὐδὲ πλανηθείη ἂν ἢ παραποδίζοιτο ὑπ' αὐτῆς. Ἡ γὰρ ἀληθὴς σοφία οὐ πλανᾷ ἀλλ' ἡ ἀμαθία, καὶ μόνον τῶν ὄντων βέβαιον ἐπιστήμη, καὶ ἀλήθεια ἅπερ ἐκ σοφίας παραγίνεται. Ἐὰν δὲ παρὰ τὸν τῆς σοφίας ὅρον τὸν ὅ τι ποτ' οὖν δογματίζοντα μετά τινων σοφισμάτων λέγῃς σοφόν, φήσομεν ὅτι ἀληθῶς ὁ κατὰ τὴν ὑπὸ σοῦ λεγομένην σοφίαν ποιὸς ἀποτρέπεται τοὺς λόγους τοῦ θεοῦ, πλανώμενος ὑπὸ τῶν πιθανοτήτων καὶ σοφισμάτων καὶ παραποδιζόμενος ὑπ' αὐτῶν. [Καὶ ἐπεὶ κατὰ τὸν ἡμέτερον λόγον «οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη», «πονηρίας» δέ, ἵν' οὕτως ὀνομάσω, «ἐπιστήμη» ἐστὶν ἐν τοῖς ψευδοδοξοῦσι καὶ ὑπὸ σοφισματίων ἠπατημένοις, διὰ τοῦτο ἀμαθίαν εἴποιμι μᾶλλον ἢ σοφίαν ἐν τοῖς τοιούτοις.]