• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πέμπτος

4.

Ἐπεὶ δὲ μετὰ ταῦτα, ὡς ἀποκριναμένων ἂν Ἰουδαίων ἢ Χριστιανῶν περὶ τῶν πρὸς ἀνθρώπους καταβαινόντων ὅτι εἶεν ἄγγελοι, φησίν· Εἰ δέ τινας ἀγγέλους φατέ, καὶ προσεπερωτᾷ λέγων· τίνας τούτους λέγετε; θεοὺς ἢ ἄλλο τι γένος; Εἶτα πάλιν οἱονεὶ ἀποκριναμένους ἄγει ὅτι ἄλλο τι ὡς εἰκός, τοὺς δαίμονας· φέρε καὶ ταῦτα κατανοήσωμεν. Ὁμολογουμένως μὲν γὰρ καὶ ἀγγέλους φαμέν, «λειτουργικὰ» ὄντας «πνεύματα» καὶ «εἰς διακονίας ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν», ἀναβαίνειν μὲν προσάγοντας τὰς τῶν ἀνθρώπων ἐντεύξεις ἐν τοῖς καθαρωτάτοις τοῦ κόσμου χωρίοις ἐπουρανίοις ἢ καὶ τοῖς τούτων καθαρωτέροις ὑπερουρανίοις, καταβαίνειν δ' αὖ ἐκεῖθεν φέροντας ἑκάστῳ κατ' ἀξίαν τῶν ἀπὸ θεοῦ τι αὐτοῖς διακονεῖν τοῖς εὐεργετουμένοις προστασσομένων. Τούτους δὴ ἀγγέλους ἀπὸ τοῦ ἔργου αὐτῶν μεμαθηκότες καλεῖν, εὑρίσκομεν αὐτοὺς διὰ τὸ θείους εἶναι καὶ «θεοὺς» ἐν ταῖς ἱεραῖς ποτε ὀνομαζομένους γραφαῖς, ἀλλ' οὐχ ὥστε προστάσσεσθαι ἡμῖν τοὺς διακονοῦντας καὶ φέροντας ἡμῖν τὰ τοῦ θεοῦ σέβειν καὶ προσκυνεῖν ἀντὶ τοῦ θεοῦ. Πᾶσαν μὲν γὰρ δέησιν καὶ προσευχὴν καὶ ἔντευξιν καὶ εὐχαριστίαν ἀναπεμπτέον τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἐπὶ πάντων ἀγγέλων ἀρχιερέως, ἐμψύχου λόγου καὶ θεοῦ. Δεησόμεθα δὲ καὶ αὐτοῦ τοῦ λόγου καὶ ἐντευξόμεθα αὐτῷ καὶ εὐχαριστήσομεν καὶ προσευξόμεθα δέ, ἐὰν δυνώμεθα κατακούειν τῆς περὶ προσευχῆς κυριολεξίας καὶ καταχρήσεως.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung