16.
Ἐκ δὲ τῶν εἰρημένων τοῖς συνετώτερον ἀκούουσι δῆλον, πῶς ἀπαντητέον καὶ πρὸς τό· Τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν. Οὐ θαυμαστὸν δ' εἰ τοιαῦτα νενόηκε «τὰ» ἐν ἡμῖν ὑπὸ τοῦ λόγου «μωρὰ τοῦ κόσμου» ὀνομαζόμενα καὶ «ἀγενῆ» καὶ «ἐξουδενωμένα» καὶ «μὴ ὄντα», ἅτινα «διὰ τῆς μωρίας τοῦ κηρύγματος εὐδόκησεν ὁ θεὸς σῶσαι τοὺς πιστεύοντας αὐτῷ, ἐπεὶ μὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν», οὐ δυνάμενα διαρθρῶσαι τὰ κατὰ τοὺς τόπους οὐδὲ βουληθέντα σχολάσαι τῇ ἐρεύνῃ τῆς γραφῆς, καίτοι γε τοῦ Ἰησοῦ λέγοντος· «Ἐρευνᾶτε τὰς γραφάς», καὶ τοιαῦτα ὑπείληφε περὶ τοῦ ἐπαγομένου πυρὸς ὑπὸ τοῦ θεοῦ καὶ περὶ τῶν συμβησομένων τοῖς ἁμαρτήσασι. Καὶ τάχα ὥσπερ τοῖς παισὶν ἁρμόζει τινὰ λέγεσθαι κατάλληλα τῇ νηπιότητι αὐτῶν πρὸς τὸ ὡς παῖδας κομιδῇ νηπίους ἐπιστρέφειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, οὕτως οἷς ὠνόμασεν ὁ λόγος μωροῖς τοῦ κόσμου καὶ ἀγενέσι καὶ ἐξουδενωμένοις ἡ πρόχειρος ἁρμόζει περὶ τῶν κολάσεων ἐκδοχή, οὐ χωροῦσιν ἄλλην ἢ τὴν διὰ φόβου καὶ φαντασίας τῶν κολάσεων ἐπιστροφὴν καὶ τῶν πολλῶν κακῶν ἀποχήν. Ὁ λόγος οὖν μόνους μὲν ἀγεύστους τοῦ πυρὸς καὶ τῶν κολάσεών φησι διαμενεῖν τοὺς τὰ δόγματα καὶ τὰ ἤθη καὶ τὸ ἡγεμονικὸν ἄκρως κεκαθαρμένους· τοὺς δὲ μὴ τοιούτους, κατὰ τὴν ἀξίαν χρῄζοντας τῆς διὰ πυρὸς κολάσεων οἰκονομίας, ἐν τούτοις ἐπί τινι τέλει φησὶν ἔσεσθαι, ὃ τῷ θεῷ ἁρμόζει ἐπάγειν τοῖς «κατ' εἰκόνα» αὐτοῦ πεποιημένοις καὶ παρὰ τὸ βούλημα τῆς «κατ' εἰκόνα» φύσεως βεβιωκόσι. Καὶ ταῦτα δὲ πρὸς τό· Τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν.