• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πέμπτος

19.

«Ὁ θεὸς» οὖν «δίδωσιν» «ἑκάστῳ» «σῶμα, καθὼς ἐθέλησεν», ὥσπερ ἐπὶ τῶν σπειρομένων οὕτω καὶ ἐπὶ τῶν οἱονεὶ σπειρομένων ἐν τῷ ἀποθνῄσκειν καὶ καιρῷ ἐπιτηδείῳ ἀναλαμβανόντων ἐκ τῶν σπειρομένων τὸ περιτιθέμενον ἑκάστῳ κατὰ τὴν ἀξίαν «σῶμα» ὑπὸ τοῦ θεοῦ. Ἀκούομεν δὲ καὶ τοῦ διὰ πλειόνων διδάσκοντος λόγου τὴν διαφορὰν τοῦ οἱονεὶ σπειρομένου πρὸς τὸ ὡσπερεὶ ἐγειρόμενον ἀπ' αὐτοῦ καὶ λέγοντος· «Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν.» Ὁ δὲ δυνάμενος ἔτι καταλαμβανέτω, τί νενόηται τῷ λέγοντι· «Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Καίτοι δὲ βουλόμενος κρύπτειν ὁ ἀπόστολος τὰ κατὰ τὸν τόπον ἀπόῤῥητα καὶ μὴ ἁρμόζοντα τοῖς ἁπλουστέροις καὶ τῇ πανδήμῳ ἀκοῇ τῶν διὰ τοῦ πιστεύειν ἀγομένων ἐπὶ τὸ βέλτιον, ὅμως ἠναγκάσθη ὕστερον ὑπὲρ τοῦ μὴ παρακοῦσαι ἡμᾶς τῶν λόγων αὐτοῦ εἰπεῖν μετὰ τὸ «φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου» τὸ «τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδ' ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ». Εἶτ' ἐπιστάμενος ἀπόῤῥητόν τι καὶ μυστικὸν κατὰ τὸν τόπον, ὡς ἔπρεπε διὰ γραμμάτων καταλιπόντι τοῖς μετ' αὐτὸν τὰ νενοημένα εἰρημένα ἐπιφέρει καὶ λέγει· «Ἰδοὺ μυστήριον ὑμῖν λέγω», ὅτι περ ἔθος ἐστὶν ἐπιφέρεσθαι τοῖς βαθυτέροις καὶ μυστικωτέροις καὶ καθηκόντως ἀπὸ τῶν πολλῶν κρυπτομένοις· ὥσπερ καὶ ἐν τῷ Τωβὴτ γέγραπται· «Μυστήριον βασιλέως καλόν ἐστι κρύπτειν», πρὸς δὲ τὸ ἔνδοξον καὶ ἁρμόζον τοῖς πολλοῖς μετὰ τοῦ οἰκονομικῶς ἀληθοῦς «τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως» «καλόν».

Οὐ σκωλήκων οὖν ἡ ἐλπὶς ἡμῶν οὐδὲ ποθεῖ ἡμῶν ἡ ψυχὴ τὸ σεσηπὸς σῶμα, ἀλλά, κἂν δέηται σώματος διὰ τὰς τοπικὰς μεταβάσεις, νοεῖ ἡ μεμελετηκυῖα τὴν «σοφίαν» κατὰ τὸ «στόμα δικαίου μελετήσει σοφίαν» διαφορὰν ἐπιγείου οἰκίας, ἐν ᾗ ἐστι τὸ σκῆνος, καταλυομένης καὶ σκήνους, ἐν ᾧ «οἱ ὄντες» δίκαιοι στενάζουσι «βαρούμενοι», μὴ θέλοντες τὸ σκῆνος ἀπεκδύσασθαι ἀλλὰ τῷ σκήνει «ἐπενδύσασθαι», ἵν' ἐκ τοῦ «ἐπενδύσασθαι» «καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς». «Δεῖ γὰρ» τῷ πᾶσαν φύσιν σώματος εἶναι φθαρτὴν «τὸ φθαρτὸν τοῦτο» σκῆνος «ἐνδύσασθαι ἀφθαρσίαν», καὶ τὸ ἕτερον αὐτοῦ, τυγχάνον «θνητὸν» καὶ δεκτικὸν τοῦ ἐπακολουθοῦντος τῷ ἁμαρτάνειν θανάτου, «ἐνδύσασθαι ἀθανασίαν»· ἵν' ὅτε «τὸ φθαρτὸν» «ἐνδύσεται τὴν ἀφθαρσίαν καὶ τὸ θνητὸν τὴν ἀθανασίαν, τότε γενήσεται» τὸ πάλαι ὑπὸ τῶν προφητῶν προειρημένον, ἀναίρεσις τῆς νίκης τοῦ θανάτου, καθὸ νικήσας ἡμᾶς ἑαυτῷ ὑπέταξε, καὶ τοῦ ἀπ' αὐτοῦ κέντρου, ᾧ κεντῶν τὴν οὐ πάντῃ πεφραγμένην ψυχὴν ἐμποιεῖ αὐτῇ τὰ ἀπὸ τῆς ἁμαρτίας τραύματα.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung