• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πέμπτος

34.

Ἵνα δὲ μὴ παρέλθωμεν τὰ ἐν τοῖς μεταξὺ λελεγμένα τῷ Κέλσῳ, φέρ' ἐκθώμεθα καὶ ταῦτα. Χρήσαιτο δ' ἄν τις καὶ Ἡροδότῳ πρὸς τόδε μάρτυρι, λέγοντι ὧδε· «Οἱ γὰρ δὴ ἐκ Μαρέης τε πόλιος καὶ Ἄπιος οἰκέοντες Αἰγύπτου τὰ πρόσουρα Λιβύῃ, αὐτοί τε δοκέοντες εἶναι Λίβυες καὶ οὐκ Αἰγύπτιοι καὶ ἀχθόμενοι τῇ περὶ τὰ ἱερὰ θρησκείῃ, βουλόμενοι θηλέων βοῶν μὴ εἴργεσθαι, ἔπεμψαν ἐς Ἄμμωνα φάμενοι οὐδὲν σφίσι τε καὶ Αἰγυπτίοισι κοινὸν εἶναι· οἰκέειν γὰρ ἔξω τοῦ Δέλτα καὶ οὐχ ὁμολογέειν αὐτοῖσι, βούλεσθαί τε πάντων σφίσιν ἐξεῖναι γεύεσθαι. Ὁ δὲ θεὸς οὐκ ἔα σφέας ποιέειν ταῦτα, φὰς Αἴγυπτον εἶναι ταύτην, ἣν ὁ Νεῖλος ἐπιὼν ἄρδει, καὶ Αἰγυπτίους εἶναι τούτους, οἳ ἔνερθεν Ἐλεφαντίνης πόλιος οἰκέοντες ἀπὸ τοῦ ποταμοῦ τούτου πίνουσιν.» Ἡροδότῳ μὲν τάδε ἱστόρηται. Ὁ δ' Ἄμμων οὐδέν τι κακίων διαπρεσβεῦσαι τὰ δαιμόνια ἢ οἱ Ἰουδαίων ἄγγελοι· ὥστε οὐδὲν ἄδικον ἑκάστους τὰ σφέτερα νόμιμα θρησκεύειν. Ἀμέλει πλεῖστον αὐτῶν εὑρήσομεν κατὰ ἔθνη τὸ διαφέρον, καὶ ὅμως ἕκαστοι αὐτοὶ μάλιστα εὖ νομίζειν δοκοῦσιν· Αἰθιόπων μὲν οἱ Μερόην οἰκοῦντες «Δία καὶ Διόνυσον μόνους» σέβοντες, Ἀράβιοι δὲ τὴν Οὐρανίαν καὶ Διόνυσον τούτους μόνους, Αἰγύπτιοι δὲ πάντες μὲν Ὄσιρίν τε καὶ Ἶσιν, Σαῗται δὲ Ἀθηνᾶν, Ναυκρατῖται δέ, οὐ πάλαι ἀρξάμενοι, ὠνόμασαν Σάραπιν, καὶ οἱ λοιποὶ κατὰ νόμους ὡς ἕκαστοι. Καὶ οἱ μὲν ὀΐων ἀπέχονται, σέβοντες ὡς ἱερούς, οἱ δὲ αἰγῶν, οἱ δὲ κροκοδείλων, οἱ δὲ βοῶν θηλειῶν, συῶν δὲ ἀπέχονται βδελυττόμενοι. Σκύθαις γε μὴν καὶ ἀνθρώπους δαίνυσθαι καλόν· Ἰνδῶν δέ εἰσιν οἳ καὶ τοὺς πατέρας ἐσθίοντες ὅσια δρᾶν νομίζουσι. Καί που φησὶν ὁ αὐτὸς Ἡρόδοτος· χρήσομαι δὲ αὖθις αὐταῖς ἐκείνου λέξεσι πίστεως εἵνεκα· ἱστορεῖ δὲ ὧδε· «Εἰ γάρ τις προσθείη πᾶσιν ἀνθρώποισιν ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ <τῶν> πάντων νόμων, διασκεψάμενοι ἂν ἑλοίατο <ἕκαστοι τοὺς ἑωυτῶν· οὕτω νομίζουσι> πολύ τι καλλίστους <τοὺς> ἑωυτῶν νόμους ἕκαστοι εἶναι. Οὔκων εἰκός ἐστιν ἄλλον γε ἢ μαινόμενον ἄνδρα <γέλωτα> τὰ τοιαῦτα τίθεσθαι. Ὡς δ' οὕτως νενομίκασι τὰ περὶ τοὺς νόμους οἱ πάντες ἄνθρωποι, πολλοῖσι καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι, ἐν δὲ δὴ καὶ <τῷδε>. Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνῄσκοντας κατασιτέεσθαι· οἱ δὲ ἔφασαν ἐπ' οὐδενὶ ἔρδειν ἂν ταῦτα. Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλλατίας, οἳ τοὺς γονέας κατεσθίουσιν, εἴρετο, παρεόντων τῶν Ἑλλήνων καὶ δι' ἑρμηνέος μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατ' ἂν τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί· οἱ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον. Οὕτω μὲν νῦν τάδε νενόμισται, καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι, νόμον πάντων βασιλέα φήσας εἶναι.»

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung