• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πέμπτος

42.

Δῆλον δ' ὅτι ἐν τούτοις ἐγκαλεῖ Ἰουδαίοις ὡς ψευδῶς ὑπολαμβάνουσιν ἑαυτοὺς εἶναι ἐκλεκτὴν μερίδα παρὰ πάντα τὰ ἔθνη τοῦ ἐπὶ πᾶσι θεοῦ. Καὶ ἀλαζονείας γοῦν αὐτῶν κατηγορεῖ ὡς αὐχούντων μὲν τὸν μέγαν θεόν, οὐκ εἰδότων δ' αὐτὸν ἀλλ' ὑπαχθέντων τῇ Μωϋσέως γοητείᾳ καὶ ψευσθέντων ὑπ' αὐτοῦ, οὐκ ἐπ' ἀγαθῷ τέλει μαθητευθέντων αὐτῷ. Ἀπὸ μέρους μὲν οὖν ἡμῖν ἐν τοῖς πρὸ τούτων λέλεκται τὰ τῆς σεμνῆς καὶ ἐξαιρέτου Ἰουδαίων πολιτείας, ἡνίκα αὐτοῖς συνειστήκει τὸ σύμβολον τῆς τοῦ θεοῦ πόλεως καὶ τοῦ ναοῦ αὐτοῦ καὶ τῆς παρ' αὐτῷ καὶ τῷ θυσιαστηρίῳ ἱερατικῆς λατρείας· εἰ δέ τις ἐπερείσας τὴν διάνοιαν τῷ τοῦ νομοθέτου βουλήματι καὶ τῇ κατ' αὐτὸν πολιτείᾳ ἐξετάζων τὰ κατ' αὐτοὺς συγκρίνοι τῇ νῦν ἀγωγῇ τῶν λοιπῶν ἐθνῶν, οὐδένας μᾶλλον ἂν θαυμάσαι ὡς ἐν ἀνθρώποις πάντα μὲν τὰ μὴ χρήσιμα τῷ γένει τῶν ἀνθρώπων περιῃρημένους μόνα δὲ τὰ εὔχρηστα παραδεξαμένους. Διὸ οὐδ' ἀγῶνες ἦσαν γυμνικοὶ ἢ θυμελικοὶ ἢ ἱππικοὶ παρ' αὐτοῖς, οὐδὲ γυναῖκες πιπράσκουσαι τὴν ὥραν παντὶ τῷ βουλομένῳ σπείρειν κενῶς καὶ ἐνυβρίζειν τῇ φύσει τῶν ἀνθρωπίνων σπερμάτων.

Ὁποῖον δ' ἦν παρ' αὐτοῖς τὸ ἐξ ἔτι ἁπαλῶν ὀνύχων διδάσκεσθαι ὑπεραναβαίνειν μὲν πᾶσαν τὴν αἰσθητὴν φύσιν καὶ μηδαμοῦ αὐτῆς νομίζειν ἱδρῦσθαι τὸν θεόν, ἄνω δὲ καὶ ὑπὲρ τὰ σώματα ζητεῖν αὐτόν; Πηλίκον δὲ τὸ σχεδὸν ἅμα γενέσει καὶ συμπληρώσει τοῦ λόγου διδάσκεσθαι αὐτοὺς τὴν τῆς ψυχῆς ἀθανασίαν καὶ τὰ ὑπὸ γῆν δικαιωτήρια καὶ τὰς τιμὰς τῶν καλῶς βεβιωκότων; Ἅπερ ἔτι μυθικώτερον μὲν παισὶ καὶ τὰ παίδων φρονοῦσιν αὐτοῖς ἐκηρύσσετο, ἤδη δὲ ζητοῦσι τὸν λόγον καὶ βουλομένοις ἐν αὐτῷ προκόπτειν οἱ τέως μῦθοι, ἵν' οὕτως ὀνομάσω, μετεμορφοῦντο εἰς τὴν ἐναποκεκρυμμένην αὐτοῖς ἀλήθειαν. Ἐγὼ δὲ νομίζω ἀξίως τοῦ χρηματίζειν αὐτοὺς μερίδα θεοῦ πάσης μὲν μαντείας ὡς μάτην κηλούσης τοὺς ἀνθρώπους καταπεφρονηκέναι, καὶ ἀπὸ δαιμόνων μοχθηρῶν μᾶλλον ἢ ἀπό τινος κρείττονος φύσεως ἐρχομένης, ζητεῖν δὲ τὴν τῶν μελλόντων γνῶσιν ἐν ψυχαῖς, δι' ἄκραν καθαρότητα παραδεξαμέναις πνεῦμα τοῦ ἐπὶ πᾶσι θεοῦ.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung