• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πέμπτος

44.

Ἐπεὶ δὲ βούλεται Κέλσος κοινοποιεῖν τὰ σεμνὰ Ἰουδαίων ἐθνῶν τινων νόμοις, φέρε καὶ ταῦτα θεωρήσωμεν. Νομίζει τοίνυν τὸ περὶ οὐρανοῦ δόγμα μηδὲν διαφέρειν τοῦ περὶ τοῦ θεοῦ καί φησι παραπλησίως τοῖς Ἰουδαίοις τοὺς Πέρσας τῷ Διῒ θυσίας ἐπιτελεῖν, ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων <ἀναβαίνοντας>· οὐχ ὁρῶν ὅτι Ἰουδαῖοι ὡς ἕνα θεὸν ἠπίσταντο, οὕτως ἕνα τὸν τῆς προσευχῆς ἅγιον οἶκον καὶ ἓν τὸ τῶν ὁλοκαρπωμάτων θυσιαστήριον καὶ ἓν τὸ τῶν θυμιαμάτων θυμιατήριον καὶ ἕνα τὸν τοῦ θεοῦ ἀρχιερέα. Οὐδὲν οὖν κοινὸν πρὸς Πέρσας ἦν Ἰουδαίοις, ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων, πλειόνων ὄντων, ἀναβαίνοντας καὶ θυσίας ἐπιτελοῦντας, οὐδὲν παραπλήσιον ἐχούσας ταῖς κατὰ τὸν Μωϋσέως νόμον· καθ' ὃν «ὑποδείγματι καὶ σκιᾷ» ἐλάτρευον «τῶν ἐπουρανίων» οἱ Ἰουδαίων ἱερεῖς, ἐν ἀποῤῥήτῳ διηγούμενοι τὸ τοῦ νόμου περὶ τῶν θυσιῶν βούλημα καὶ ὧν σύμβολα ἦσαν αὗται. Πέρσαι τοίνυν πάντα τὸν τοῦ οὐρανοῦ κύκλον Δία καλείτωσαν, ἡμεῖς δὲ οὔτε Δία οὔτε τὸν θεόν φαμεν εἶναι τὸν οὐρανόν, οἵ γε ἐπιστάμεθα καί τινα τῶν ἡττόνων τοῦ θεοῦ ὑπεραναβεβηκέναι τοὺς οὐρανοὺς καὶ πᾶσαν αἰσθητὴν φύσιν. Καὶ οὕτω γε συνίεμεν τοῦ· «Αἰνεῖτε τὸν θεὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· αἰνεσάτωσαν τὸ ὄνομα κυρίου.»

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung