• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕκτος

4.

Ἀλλ' οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράψαντες καταβαίνουσιν «εἰς Πειραιέα», προσευξόμενοι ὡς θεῷ τῇ Ἀρτέμιδι καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν τῆς καλῶς βεβιωκυΐας διεξελθόντες, καταλιπόντες τὸ μέγεθος ὧν «αὐτοῖς» «ὁ θεὸς» «ἐφανέρωσεν» εὐτελῆ φρονοῦσι καὶ μικρά, «ἀλεκτρυόνα» «τῷ Ἀσκληπιῷ» ἀποδιδόντες· καὶ «τὰ» «ἀόρατα» τοῦ θεοῦ καὶ τὰς ἰδέας φαντασθέντες «ἀπὸ τῆς κτίσεως τοῦ κόσμου» καὶ τῶν αἰσθητῶν, ἀφ' ὧν ἀναβαίνουσιν ἐπὶ τὰ νοούμενα, τήν τε ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα οὐκ ἀγεννῶς ἰδόντες οὐδὲν ἧττον «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν», καὶ ὡς «ἀσύνετος αὐτῶν ἡ καρδία» ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. Καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας καὶ θεολογίᾳ «ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου» προσκυνοῦντας, εἰς τιμήν φασιν ἐκείνου, ἔσθ' ὅτε δὲ καὶ καταβαίνοντας μετ' Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ ἢ τετράποδα ἢ ἑρπετά. Ἵνα δὲ καὶ δοκῶσί τινες ταῦτα ὑπεραναβεβηκέναι, ἀλλ' εὑρεθήσονται ἀλλάξαντες «τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει» καὶ σέβοντες καὶ λατρεύοντες «τῇ κτίσει παρὰ τὸν κτίσαντα». Διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων «ἐξελέξατο ὁ θεὸς» «τὰ μωρὰ τοῦ κόσμου», «ἵνα καταισχύνῃ τοὺς σοφούς», «καὶ τὰ ἀγενῆ» «καὶ τὰ ἀσθενῆ» «καὶ τὰ ἐξουθενημένα» καὶ «τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ»· καὶ ἀληθῶς, ἵνα «μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ».

Πρῶτον δὲ ἡμῶν σοφοί, Μωϋσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἑξῆς αὐτῷ προφῆται, «οὐδαμῶς» «ῥητὸν» ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν ἔγραψαν μέν, ὡς θεοῦ ἑαυτὸν ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι «ὤφθη» ὁ θεὸς φέρ' εἰπεῖν τῷ Ἀβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακώβ. Τίς δὲ ὢν ὤφθη καὶ ποταπὸς καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους ἐκείνοις, οἷς ὤφθη ὁ θεός· ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρᾷ καρδίᾳ. Καὶ γὰρ κατὰ τὸν Ἰησοῦν ἡμῶν «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται».

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung