47.
Ἔλεγε δὴ μετὰ τὰ ἐκκείμενα τοιαῦτα· Ὁπόθεν δὲ καὶ αὐτὸ τοῦτο ἐπῆλθεν αὐτοῖς θεοῦ υἱὸν καλεῖν, σημαίνω. Ἄνδρες παλαιοὶ τόνδε τὸν κόσμον ὡς ἐκ θεοῦ γενόμενον παῖδά τε αὐτοῦ καὶ ἡμίθεον προσεῖπον. Πάνυ γοῦν ὅμοιος οὗτός τε κἀκεῖνος παῖς θεοῦ. ᾨήθη δὴ υἱὸν θεοῦ ἡμᾶς λέγειν, παραποιήσαντας τὰ περὶ τοῦ κόσμου ὡς ἐκ θεοῦ γενομένου καὶ υἱοῦ ὄντος αὐτοῦ καὶ θεοῦ· οὐ γὰρ ἐδυνήθη ἐπιστήσας τοῖς χρόνοις Μωϋσέως καὶ τῶν προφητῶν ἰδεῖν ὅτι καθόλου τὸ εἶναί τινα υἱὸν θεοῦ πρὸ Ἑλλήνων καὶ ὧν φησιν ὁ Κέλσος παλαιῶν ἀνδρῶν οἱ παρ' Ἰουδαίοις προφῆται ἐπροφήτευσαν. Ἀλλ' οὐδ' ἐβουλήθη τὸ παρὰ Πλάτωνι ἐν ταῖς ἐπιστολαῖς λελεγμένον, οὗ ἐν τοῖς ἀνωτέρω ἐμνήσθημεν, περὶ τοῦ διακοσμήσαντος τόδε τὸ πᾶν ὡς ὄντος υἱοῦ θεοῦ παραθέσθαι· ἵνα μὴ καὶ αὐτὸς ὑπὸ τοῦ Πλάτωνος, ὃν πολλάκις ἐσέμνυνεν, ἀναγκασθῇ παραδέξασθαι ὅτι ὁ μὲν δημιουργὸς τοῦδε τοῦ παντὸς υἱός ἐστι τοῦ θεοῦ, ὁ δὲ πρῶτος καὶ ἐπὶ πᾶσι θεὸς πατήρ ἐστιν αὐτοῦ.
Εἰ δὲ τῷ τηλικούτῳ υἱῷ τοῦ θεοῦ ἡνῶσθαι φάσκοντες τῇ ἄκρᾳ μετοχῇ ἐκείνου τὴν τοῦ Ἰησοῦ ψυχὴν οὐκέτι χωρίζομεν ἀπ' ἐκείνου αὐτήν, οὐδὲν θαυμαστόν. Οἴδασι γὰρ οἱ ἱεροὶ τῶν θείων γραμμάτων λόγοι καὶ ἄλλα, δύο τῇ ἑαυτῶν φύσει τυγχάνοντα, εἰς ἓν ἀλλήλοις εἶναι λελογισμένα καὶ ὄντα. Οἷον περὶ μὲν ἀνδρὸς καὶ γυναικὸς λέλεκται· «Οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία», περὶ δὲ τοῦ τελείου καὶ κολλωμένου τῷ ἀληθινῷ κυρίῳ, λόγῳ καὶ σοφίᾳ καὶ ἀληθείᾳ, ὅτι «Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». Εἰ δ' «ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι», τίς μᾶλλον τῆς Ἰησοῦ ψυχῆς ἢ κἂν παραπλησίως κεκόλληται τῷ κυρίῳ, τῷ αὐτολόγῳ καὶ αὐτοσοφίᾳ καὶ αὐτοαληθείᾳ καὶ αὐτοδικαιοσύνῃ; Ὅπερ εἰ οὕτως ἔχει, οὐκ εἰσὶ δύο ἡ ψυχὴ τοῦ Ἰησοῦ πρὸς τὸν «πάσης κτίσεως» πρωτότοκον θεὸν λόγον.