• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕκτος

74.

Εἶθ' ἑξῆς ἐπαναλαμβάνει πολλάκις ἤδη εἰπὼν τὰ περὶ τῆς γνώμης Μαρκίωνος, καὶ πῇ μὲν ἀληθῶς τὰ Μαρκίωνος ἐκτίθεται πῇ δὲ κἀκείνων παρήκουσεν· πρὸς ἣν οὐκ ἀναγκαῖον ἡμᾶς ἀπαντᾶν ἢ καὶ ἐλέγχειν. Εἶτα πάλιν ἑαυτῷ ἐπιφέρει τὰ ὑπὲρ Μαρκίωνος καὶ τὰ κατ' αὐτοῦ λέγων, τίνα μὲν ἐκφεύγουσι τῶν ἐγκλημάτων τίσι δὲ περιπίπτουσι· καὶ ὅτε βούλεται συναγορεύειν τῷ φάσκοντι λόγῳ πεπροφητεῦσθαι αὐτόν, ἵνα κατηγορήσῃ Μαρκίωνος καὶ τῶν ἀπ' αὐτοῦ, σαφῶς φησιν ὅτι πόθεν ἀποδειχθήσεται θεοῦ παῖς ὁ τοιαῦτα κολασθείς, εἰ μὴ περὶ τούτου προείρηται;

Εἶτα πάλιν παίζει καί, ὡς ἔθος αὐτῷ, χλευάζει δύο εἰσάγων υἱοὺς θεῶν, τοῦ δημιουργοῦ ἕνα καὶ τοῦ κατὰ Μαρκίωνα θεοῦ ἕτερον, καὶ ἀναζωγραφεῖ αὐτῶν μονομαχίας, λέγων αὐτὰς εἶναι ὡς τῶν ὀρτύγων, καὶ τῶν πατέρων θεομαχίας· ἢ διὰ γῆρας ἀχρήστους αὐτοὺς ὄντας καὶ ληροῦντας μηδὲν μὲν ἀλλήλους διατιθέναι, ἐᾶν δὲ τοὺς παῖδας μάχεσθαι. Ὅπερ οὖν εἶπεν ἐν τοῖς ἀνωτέρω, τοῦτο φήσομεν πρὸς αὐτόν· ποία γραῦς καταβαυκαλῶσα παιδίον οὐκ αἰδεσθήσεται τοιαῦτα λέγειν, ὁποῖα οὗτος ἐν τῷ ἐπιγραφομένῳ ἀληθεῖ λόγῳ; Δέον γὰρ αὐτὸν πραγματικῶς στῆναι πρὸς τοὺς λόγους, ὁ δὲ ἐάσας τὰ πράγματα παίζει καὶ βωμολοχεῖ οἰόμενος μίμους γράφειν ἤ τινα σκώμματα, οὐχ ὁρῶν ὅτι ἡ τοιαύτη ἀγωγὴ τῶν λόγων παρὰ τὴν πρόθεσιν τὴν αὐτοῦ ἐστι, βουλομένου καταλιπόντας ἡμᾶς χριστιανισμὸν προσέχειν αὐτοῦ τοῖς δόγμασιν· ἅτινα εἰ μὲν ἐσεμνολόγει, τάχα πιθανώτερα ἦν· ἐπεὶ δὲ χλευάζει καὶ παίζει καὶ βωμολοχεῖ, φήσομεν ὅτι ἀπορίᾳ σεμνῶν λόγων – οὐ γὰρ εἶχεν αὐτοὺς οὐδὲ ἠπίστατο – εἰς τοσαύτην ἐνέπεσε φλυαρίαν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung