• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕβδομος

29.

Εἴπερ οὖν «ἡ» πᾶσα «γῆ» αὐτὴ «ἐπικατάρατος ἐν τοῖς ἔργοις» ἐστὶ τοῦ Ἀδὰμ καὶ τῶν ἐν αὐτῷ ἀποθανόντων, δῆλον ὅτι καὶ πάντα τὰ μόρια αὐτῆς μετέχει τῆς ἀρᾶς, ἐν οἷς ἐστι καὶ ἡ Ἰουδαία γῆ· ὥστε μὴ δύνασθαι ἐφαρμόζειν αὐτῇ τὸ «Εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι», κἂν συμβολικῶς σκιὰ εἶναι ἀποδεικνύηται ἡ Ἰουδαία καὶ ἡ Ἱερουσαλὴμ τῆς καθαρᾶς ἐν καθαρῷ κειμένης οὐρανῷ γῆς ἀγαθῆς καὶ πολλῆς, ἐν ᾗ ἐστιν ἡ ἐπουράνιος Ἱερουσαλήμ· περὶ ἧς διαλαβὼν ὁ ἀπόστολος, ὡς συνεγερθεὶς «Χριστῷ» καὶ «τὰ ἄνω» ζητῶν καὶ νοῦν εὑρὼν οὐδεμιᾶς ἐχόμενον ἰουδαϊκῆς μυθολογίας φησίν· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει.»

Ἵνα δέ τις πεισθῇ μὴ παρὰ τὸ βούλημα τοῦ θείου πνεύματος ἡμᾶς λέγειν περὶ τῆς παρὰ Μωϋσεῖ γῆς ἀγαθῆς καὶ πολλῆς, ἐπιστησάτω πᾶσι μὲν τοῖς προφήταις, διδάσκουσι τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον τῶν πεπλανημένων καὶ ἀποπεπτωκότων ἀπ' αὐτῆς καὶ ἁπαξαπλῶς ἀποκαθισταμένων εἰς τὸν καλούμενον τόπον καὶ πόλιν τοῦ θεοῦ παρὰ τῷ εἰπόντι ὅτι «Ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ», λέγοντι δὲ καὶ τό· «Μέγας ὁ κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ, εὐρίζονι ἀγαλλιάματι πάσης τῆς γῆς.»

Ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος παραθέσθαι τὰ ἀπὸ τοῦ τριακοστοῦ καὶ ἕκτου ψαλμοῦ, οὕτως ἔχοντα περὶ τῆς τῶν δικαίων γῆς· «Οἱ δ' ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσι γῆν» καὶ μετ' ὀλίγα· «Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης» καὶ μετ' ὀλίγα· «Οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν» καὶ πάλιν· «Οἱ δίκαιοι κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτῆς.» Ὅρα δ' εἰ μὴ τὸ καθαρὰν εἶναι ἐν καθαρῷ τῷ οὐρανῷ τὴν γῆν δηλοῦται τοῖς ἀκούειν δυναμένοις τῶν οὕτως εἰρημένων ἐν τῷ αὐτῷ ψαλμῷ· «Ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν.»

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung