• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕβδομος

50.

Ὁ μὲν οὖν οὐκ ἐσαφήνισε, πῶς μετὰ γενέσεώς ἐστι πλάνη, οὐδὲ παρέστησεν ὅ τι περ ἐβούλετο, ἵνα κατανοήσωμεν συγκρίνοντες τὰ αὐτοῦ τοῖς ἡμετέροις· οἱ δὲ προφῆται, αἰνιττόμενοι ὅ τι περὶ τῶν γενέσεως πραγμάτων σοφόν, θυσίαν «περὶ ἁμαρτίας» λέγουσιν ἀναφέρεσθαι καὶ περὶ τῶν ἄρτι γεγενημένων ὡς οὐ καθαρῶν ἀπὸ ἁμαρτίας. Φασὶ δὲ καὶ τό· «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.» Ἀλλὰ καὶ ἀποφαίνονται ὅτι «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας», παραδόξως λέγοντες καὶ τό· «Ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ.»

Οὕτω δὲ πᾶσαν τὴν τῶν αἰσθητῶν διαβάλλουσιν οἱ καθ' ἡμᾶς σοφοὶ φύσιν, ὥστε πῇ μὲν ματαιότητα εἰρῆσθαι τὰ σώματα ἐν τῷ «Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι», πῇ δὲ ματαιότητα «ματαιοτήτων» ὧν εἶπεν ὁ Ἐκκλησιαστής· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Τίς δ' οὕτω διαβέβληκε τὴν ἐνταῦθα τῆς ἀνθρώπου ψυχῆς ζωήν, ὡς ὁ εἰπών· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν;» Οὐ γὰρ ἐδίστασε περὶ τῆς διαφορᾶς τοῦ ζῆν τῆς ψυχῆς ἐνταῦθα καὶ ἔξω τῶν ἐνθάδε, οὐδ' ἔλεγε μέν·

Τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,

τὸ κατθανεῖν δὲ ζῆν;

θαῤῥεῖ δὲ λέγειν τὰ ἀληθῆ ἐν τῷ «Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν» καὶ «Εἰς χοῦν θανάτου κατήγαγές με»· καθὸ καὶ τὸ «Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου»; λέλεκται καὶ τὸ «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν». Προφήτης δέ ἐστι καὶ ὁ εἰπὼν τό· «Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως», «κακώσεως» τόπον λέγων τὸν περίγειον τόπον, ἐφ' ὃν ἐκβληθεὶς ἀπὸ τοῦ παραδείσου διὰ τὴν κακίαν ἐλήλυθεν ὁ Ἀδάμ, ὅπερ ἐστὶν ἄνθρωπος. Καὶ ὁ λέγων δὲ ὅτι «Βλέπομεν ἄρτι δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον», ἔτι δὲ καὶ τό· «Ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου», διὸ «εὐδοκοῦμεν ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον», ὅρα πηλίκα περὶ τῆς διαφόρου ζωῆς τῶν ψυχῶν τεθεωρήκει.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung