• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ἕβδομος

56.

Εἶτ' οὐκ οἶδ' ὅπως ἐβούλετο ἡμᾶς μᾶλλον Σίβυλλαν ἀναγορεῦσαι παῖδα θεοῦ ἢ Ἰησοῦν, ἀποφηνάμενος ὅτι παρενεγράψαμεν εἰς τὰ ἐκείνης πολλὰ καὶ βλάσφημα καὶ μὴ ἀποδείξας μηδ' ὅ τι παρενεγράψαμεν. Ἀπέδειξε δ' ἄν, εἰ τὰ ἀρχαιότερα καθαρώτερα ἐδείκνυε καὶ οὐκ ἔχοντα ἅπερ οἴεται παρεγγεγράφθαι· μὴ ἀποδείξας δὲ μηδ' ὅτι βλάσφημά ἐστι ταῦτα, εἶτα πάλιν οὐ δὶς οὐδὲ τρὶς ἀλλὰ δὴ πολλάκις ἐπιῤῥητότατον εἶπε τὸν Ἰησοῦ βίον, οὐ στὰς καθ' ἕκαστον τῶν ἐν τῷ βίῳ αὐτοῦ πεπραγμένων καὶ νομιζομένων εἶναι ἐπιῤῥητοτάτων, ἵνα τοῦτ' εἰπὼν δόξῃ μὴ μόνον ἀναποδείκτως ἀποφαίνεσθαι <ἀλλὰ> καὶ λοιδορεῖν ὃν οὐκ ἐπίσταται. Εἰ γὰρ τὰ εἴδη τοῦ ἐπιῤῥητοτάτου βίου ἐν ταῖς πράξεσιν αὐτοῦ φαινόμενα αὐτῷ ἐκτιθέμενος ἦν, κἂν ἠγωνισάμεθα πρὸς ἕκαστον τῶν δοκούντων εἶναι αὐτῷ ἐπιῤῥητοτάτων.

Τὸ δὲ καὶ θανάτῳ οἰκτίστῳ κεχρῆσθαι τὸν Ἰησοῦν δύναιτ' ἂν λέγεσθαι καὶ περὶ Σωκράτους καὶ περὶ Ἀναξάρχου, οὗ πρὸ βραχέος ἐμνημόνευσε, καὶ περὶ ἄλλων μυρίων. Ἢ οἴκτιστος μέν ἐστιν ὁ Ἰησοῦ θάνατος, οὐχὶ δὲ καὶ ὁ ἐκείνων; Ἢ ὁ ἐκείνων μὲν οὐκ οἴκτιστος, ὁ δὲ τοῦ Ἰησοῦ οἴκτιστος; Ὁρᾷς οὖν καὶ ἐνταῦθα ὅτι σκοπὸς ἦν τῷ Κέλσῳ τὸ διαλοιδορεῖσθαι πρὸς τὸν Ἰησοῦν, κινουμένῳ οἶμαι ὑπό τινος πνεύματος, καταλυθέντος ὑπὸ τοῦ Ἰησοῦ καὶ καθαιρεθέντος, ἵνα μηκέτι ἔχῃ κνίσσας καὶ αἵματα, οἷς τρεφόμενον ἠπάτα τοὺς ἐν τοῖς ἐπὶ γῆς ἀγάλμασι ζητοῦντας θεὸν καὶ μὴ ἀναβλέποντας εἰς τὸν ἐπὶ πᾶσιν ἀληθῶς θεόν.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung