• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

8.

Εἰ μὲν γὰρ ὡς ἰδιώτης λέγοι καὶ ἀφιλόσοφος βλάβην τὴν περὶ χρημάτων τῶν ἐκτὸς ἡμῖν σημαινομένων, ἐλεγχθείη ἂν μηδ' ἐπιστήσας τῷ ὑπὸ Σωκράτους καλῶς εἰρημένῳ ἐν τῷ· «Ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ· οὐ γὰρ θεμιτὸν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος βλάπτεσθαι.» Εἰ δὲ βλάβην τὴν κίνησιν ἢ σχέσιν λέγοι <τὴν> κατὰ κακίαν, δῆλον ὅτι οὐδεμιᾶς γινομένης βλάβης περὶ τοὺς σοφοὺς δουλεύει τις ἐν διεστηκόσι τόποις οὖσι δύο σοφοῖς. Εἰ δ' οὐδὲ τοῦτο εὔλογον, μάτην αὐτῷ παρείληπται τὸ παράδειγμα κατηγοροῦν τοῦ «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν», καὶ μᾶλλον ὁ περὶ τῆς <πρὸς> τὸν θεὸν τῶν ὅλων δουλείας μόνον διὰ τοῦ προσάγοντος τῷ θεῷ υἱοῦ αὐτοῦ κρατήσει λόγος. Ἀλλὰ καὶ οὐχ ὡς δεόμενον τὸν θεὸν θεραπεύσομεν οὐδ' ὡς λυπούμενον, ἂν μὴ θεραπεύωμεν αὐτόν, ἀλλ' ὡς αὐτοὶ ἀπὸ τῆς πρὸς τὸν θεὸν θεραπείας ὠφελούμενοι καὶ ἄλυποι καὶ ἀπαθεῖς γινόμενοι ἐκ τοῦ δουλεύειν τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ σοφίας.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung