22.
Ἐὰν δέ τις πρὸς ταῦτα ἀνθυποφέρῃ τὰ περὶ τῶν παρ' ἡμῖν κυριακῶν ἢ παρασκευῶν ἢ τοῦ Πάσχα ἢ τῆς Πεντηκοστῆς δι' ἡμερῶν γινόμενα, λεκτέον καὶ πρὸς τοῦτο ὅτι ὁ μὲν τέλειος, ἀεὶ ἐν τοῖς λόγοις ὢν καὶ τοῖς ἔργοις καὶ τοῖς διανοήμασι τοῦ τῇ φύσει κυρίου λόγου θεοῦ, ἀεί ἐστιν αὐτοῦ ἐν ταῖς ἡμέραις καὶ ἀεὶ ἄγει κυριακὰς ἡμέρας· ἀλλὰ καὶ <ὁ> ἀεὶ παρασκευάζων ἑαυτὸν πρὸς τὸ ἀληθινῶς ζῆν καὶ ἀπεχόμενος τῶν τοῦ βίου ἡδέων καὶ τοὺς πολλοὺς ἀπατώντων καὶ μὴ τρέφων «τὸ φρόνημα τῆς σαρκὸς» ἀλλ' ὑπωπιάζων αὑτοῦ «τὸ σῶμα» καὶ δουλαγωγῶν ἀεὶ ἄγει τὰς παρασκευάς. Ἔτι δὲ ὁ νοήσας ὅτι «τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός», καὶ χρὴ ἑορτάζειν ἐσθίοντα τῆς σαρκὸς τοῦ λόγου, οὐκ ἔστιν ὅτε οὐ ποιεῖ τὸ πάσχα, ὅπερ ἑρμηνεύεται διαβατήρια, διαβαίνων ἀεὶ τῷ λογισμῷ καὶ παντὶ λόγῳ καὶ πάσῃ πράξει ἀπὸ τῶν τοῦ βίου πραγμάτων ἐπὶ τὸν θεόν, καὶ ἐπὶ τὴν πόλιν αὐτοῦ σπεύδων. Πρὸς τούτοις δὲ ὁ δυνάμενος μετ' ἀληθείας λέγειν· «Συνανέστημεν τῷ Χριστῷ» ἀλλὰ καὶ τό· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ» ἀεί ἐστιν ἐν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις, καὶ μάλιστα ὅτε καὶ «εἰς τὸ ὑπερῷον» ὡς οἱ ἀπόστολοι τοῦ Ἰησοῦ ἀναβὰς σχολάζει τῇ δεήσει καὶ «τῇ προσευχῇ», ὡς ἄξιος γενέσθαι τῆς «φερομένης πνοῆς βιαίας» ἐξ οὐρανοῦ, βιαζομένης ἐξαφανίσαι τὴν ἐν ἀνθρώποις κακίαν καὶ τὰ ἀπ' αὐτῆς, ἄξιος δὲ καί τινος μερισμοῦ γλώσσης ἀπὸ θεοῦ πυρίνης.