53.
Τοσαῦτα δὲ καὶ εἰς τοῦτον εἰπόντες τὸν τόπον ἴδωμεν τοῦ Κέλσου καὶ ἄλλην λέξιν, οὕτως ἔχουσαν· Ἐπειδὴ δὲ σώματι συνδεθέντες ἄνθρωποι γεγόνασιν, εἴτ' οἰκονομίας τῶν ὅλων ἕνεκεν εἴτε ποινὰς ἁμαρτίας ἀποτίνοντες, εἴθ' ὑπὸ παθημάτων τινῶν τῆς ψυχῆς βαρυνθείσης, μέχρι ἂν <ἐν> ταῖς τεταγμέναις περιόδοις ἐκκαθαρθῇ· δεῖ γὰρ κατὰ τὸν Ἐμπεδοκλέα
τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι,
γινομένην παντοίαν διὰ χρόνου ἰδέαν θνητῶν· πειστέον οὖν ὅτι παραδέδονταί τισιν ἐπιμεληταῖς τοῦδε τοῦ δεσμωτηρίου.
Ὅρα δὴ καὶ ἐν τούτοις περὶ πόσων ἀνθρωπίνως ἀμφιβάλλων καὶ παραθέμενος πλειόνων δόγματα περὶ τῆς αἰτίας τῆς γενέσεως ἡμῶν ἐμφαίνει τινὰ εὐλάβειαν, μὴ τολμῶν ἀποφήνασθαί τι τούτων ψεῦδος εἶναι. Ἆρ' οὖν οὐκ ἦν κατὰ τὸν τοιοῦτον, καὶ ἅπαξ κρίναντα μήτε ὡς ἔτυχε συγκαταθέσθαι μήτε τολμηρῶς ἀθετῆσαι τὰ δόξαντα τοῖς ἀρχαίοις, καὶ περὶ τοῦ Ἰουδαίων λόγου δηλουμένου παρὰ τοῖς ἐκείνων προφήταις καὶ περὶ τοῦ Ἰησοῦ, εἰ μὴ ἐβούλετο πιστεῦσαι, κἂν ἀμφιβάλλειν καὶ σκοπῆσαι ὅτι εἰκὸς ἦν καὶ τοὺς θεραπεύσαντας τὸν τῶν ὅλων θεὸν καὶ ἕνεκεν τῆς εἰς τοῦτον τιμῆς καὶ εἰς τὰ πεπιστευμένα ὑπ' αὐτοῦ νενομοθετῆσθαι πολλάκις μυρίους κινδύνους καὶ θανάτους ἀναδεξαμένους μὴ ὑπερεωρᾶσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοῖς τινα ἐπιφάνειαν γεγονέναι, τὰ μὲν τῆς ἀνθρωπίνης περὶ τὰ ἀγάλματα τέχνης ὑπερηφανήσασιν ἀναβαίνειν δὲ πειραθεῖσι τῷ λογισμῷ ἐπ' αὐτὸν τὸν ἐπὶ πᾶσι θεόν; Ἐχρῆν δ' αὐτὸν σκοπῆσαι ὅτι πάντ' ἐφορῶν καὶ πάντ' ἐπακούων ὁ κοινὸς πάντων πατὴρ καὶ δημιουργὸς τὴν ἑκάστου προαίρεσιν, ζητοῦσαν αὐτὸν καὶ εὐσεβεῖν βουλομένην, κατ' ἀξίαν κρίνων καὶ τούτοις τινὰ ἀπονέμει καρπὸν τῆς προστασίας αὐτοῦ, ἵνα μᾶλλον αὔξωσιν ἣν ἅπαξ παρειλήφασι περὶ αὐτοῦ ἔννοιαν. Ταῦτα γὰρ εἰ ἐλογίσατο Κέλσος καὶ οἱ μισοῦντες Μωϋσέα καὶ τοὺς ἐν Ἰουδαίοις προφήτας καὶ Ἰησοῦν καὶ τοὺς καμόντας διὰ τὸν λόγον αὐτοῦ γνησίους μαθητὰς αὐτοῦ, οὐκ ἂν οὕτως διελοιδορήσαντο Μωϋσεῖ καὶ τοῖς προφήταις καὶ Ἰησοῦ καὶ τοῖς ἀποστόλοις αὐτοῦ· οὐδὲ μόνους παρὰ πάντα τὰ ἐπὶ γῆς ἔθνη Ἰουδαίους ἀπεδοκίμαζον, λέγοντες αὐτοὺς εἶναι καὶ Αἰγυπτίων χείρονας, τῶν μέχρι ἀλόγων ζῴων εἴτε κατὰ δεισιδαιμονίαν εἴτε κατὰ οἱανδήποτ' αἰτίαν ἢ πλάνην καταγαγόντων τὸ ὅσον ἐπ' αὐτοῖς τὴν πρὸς τὸ θεῖον τιμήν.
Ταῦτα δ' εἰρήκαμεν οὐκ ἐπὶ τὸ ἀμφιβάλλειν προτρεπόμενοί τινας περὶ τοῦ κατὰ χριστιανισμὸν λόγου ἀλλὰ παριστάντες ὅτι τοῖς πάντῃ διαλοιδορουμένοις τῷ Χριστιανῶν λόγῳ αἱρετώτερόν ἐστι κἂν ἀμφιβάλλειν περὶ αὐτῶν καὶ μὴ οὕτω θρασέως λέγειν περὶ τοῦ Ἰησοῦ ἢ τῶν μαθητῶν αὐτοῦ, ἃ μὴ ἐπίστανται καὶ ἀποφαίνονται οὐ μετὰ τῆς καλουμένης παρὰ τοῖς ἀπὸ τῆς Στοᾶς «καταληπτικῆς φαντασίας» οὐδ' ἀπ' ἄλλου τινὸς κριτηρίου, περὶ οὗ ἑκάστη τῶν φιλοσόφων αἵρεσις τὸ φαινόμενον, ὡς ἔδοξε, κατεσκεύασεν.