• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

59.

Εἰκὸς δ' ὅτι γελάσεται μὲν ὁ τὰ Κέλσου ἀσπαζόμενος, λεγόντων ἡμῶν ὅτι «Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ὑπάγεται τῷ ἐξομολογεῖσθαι ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός»· γελάσας δὲ ἐναργεστέρας ἀποδείξεις λήψεται <τοῦ> ταῦθ' οὕτως ἔχειν ἢ περὶ ὧν ὀνομάτων ἱστορεῖ τοῦ Χνουμὴν καὶ τοῦ Χναχουμὴν καὶ τοῦ Κνὰτ καὶ τοῦ Σικὰτ καὶ τῶν λοιπῶν τοῦ αἰγυπτιακοῦ καταλόγου, ὡς καλουμένων καὶ ἰωμένων τὰ τῶν μερῶν παθήματα. Καὶ ὅρα γε, τίνα τρόπον ἡμᾶς ἀποτρέπων πιστεύειν ἐπὶ τὸν τῶν ὅλων θεὸν διὰ Ἰησοῦ τοῦ Χριστοῦ, ἐπὶ πίστιν διὰ τὴν τοῦ σώματος ἡμῶν θεραπείαν καλεῖ ἓξ καὶ τριάκοντα βαρβαρικῶν δαιμόνων, οὓς μόνοι Αἰγυπτίων μάγοι καλοῦντες οὐκ οἶδ' ὅπως ἐπαγγέλλονται ἡμῖν τὰ κρείττονα. Ὥρα δ' ἡμῖν κατὰ τὸν Κέλσον μαγγανεύειν μᾶλλον καὶ γοητεύειν ἤπερ χριστιανίζειν, καὶ ἀπείρῳ τινὶ ἀριθμῷ δαιμόνων μᾶλλον πιστεύειν ἢ τῷ αὐτόθεν ἐμφανεῖ καὶ ζῶντι καὶ ἐναργεῖ θεῷ τῷ ἐπὶ πᾶσι διὰ τοῦ πολλῇ δυνάμει ἐπισπείραντος τὸν καθαρὸν τῆς θεοσεβείας λόγον τῇ πάσῃ τῶν ἀνθρώπων οἰκουμένῃ, οὐ ψεύσομαι δὲ προστιθεὶς καὶ λέγων ὅτι καὶ τῶν ἄλλων λογικῶν καὶ δεομένων διορθώσεως καὶ θεραπείας καὶ μεταβολῆς τῆς ἀπὸ τῆς κακίας.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung