• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος ὄγδοος

61.

Καὶ σὺ γὰρ σκόπησον παρὰ σαυτῷ, ποῖον παραδέξεται μᾶλλον ἦθος ὁ ἐπὶ πᾶσι θεός, καὶ δυνάμενος ὅσα ἄλλος οὐδεὶς πρὸς πάντα καὶ πρὸς εὐεργεσίαν ἀνθρώπων εἴτε περὶ ψυχὴν εἴτε περὶ σῶμα εἴτε περὶ τὰ ἐκτός, πότερον τὸν αὐτῷ περὶ πάντων ἀνακείμενον ἢ τὸν περιεργαζόμενον δαιμόνων ὀνόματα καὶ δυνάμεις καὶ πράξεις καὶ ἐπῳδὰς καὶ βοτάνας οἰκείας δαίμοσι καὶ λίθους καὶ τὰς ἐν αὐτοῖς γλυφάς, καταλλήλους ταῖς παραδιδομέναις εἴτε συμβολικῶς εἴτε ὅπως ποτὲ μορφαῖς δαιμόνων. Ἀλλὰ δῆλον τῷ καὶ ἐπ' ὀλίγον παρακολουθεῖν δυναμένῳ ὅτι τὸ ἄπλαστον μὲν καὶ ἀπερίεργον ἦθος διὰ τοῦτο θεῷ τῷ ἐπὶ πᾶσιν ἀνακείμενον ἀποδεκτὸν ἔσται θεῷ καὶ πᾶσι τοῖς ἐκείνῳ οἰκειουμένοις· τὸ δὲ δι' ὑγείαν σώματος καὶ φιλοσωματίαν καὶ τὴν ἐν μέσοις πράγμασιν εὐτυχίαν περιεργαζόμενον δαιμόνων ὀνόματα καὶ ζητοῦν, πῶς κηλήσει τισὶν ἐπῳδαῖς τοὺς δαίμονας, ὡς μοχθηρὸν καὶ ἀσεβὲς καὶ δαιμονικὸν μᾶλλον ἢ ἀνθρωπικὸν καταλείψει ὁ θεὸς οἷς εἵλετο ὁ τὰ τοιάδε λέγων δαίμοσι, διασπαραχθησόμενον ὑπὸ τῶν ὑφ' ἑκάστου ὑποβαλλομένων λογισμῶν ἢ καὶ ἄλλων κακῶν. Εἰκὸς γὰρ αὐτοὺς ἅτε φαύλους ὄντας καί, ὡς Κέλσος ὡμολόγησε, προσηλωμένους αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις μηδὲ πρὸς τοὺς ταῦτα αὐτοῖς χαριζομένους πίστιν τηρεῖν καὶ οἱονεὶ δεξιάς. Ἄλλων γὰρ αὐτοὺς καλούντων κατὰ τῶν θεραπευσάντων καὶ πλείονος αἵματος καὶ κνίσσης καὶ ἧς δέονται θεραπείας ὠνουμένων αὐτῶν τὴν δουλείαν, ἐπιβουλεύσαιεν ἂν τῷ χθὲς αὐτοὺς θεραπεύσαντι καὶ τῆς φίλης αὐτοῖς θοίνης μεταδιδόντι.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung