• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Eusebius von Caesarea (260-339) Historia Ecclesiastica Ἐκκλησιαστικὴ ἱστορία
Βιβλίον Αʹ Τάδε ἡ πρώτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

ΙΒ Περὶ τῶν μαθητῶν τοῦ σωτῆρος ἡμῶν.

[1.12.1] τῶν γε μὴν τοῦ σωτῆρος ἀποστόλων παντί τωι σαφὴς ἐκ τῶν εὐαγγελίων ἡ πρόσρησις· τῶν δὲ ἑβδομήκοντα μαθητῶν κατάλογος μὲν οὐδεὶς οὐδαμῆι φέρεται, λέγεταί γε μὴν εἷς αὐτῶν Βαρναβᾶς γεγονέναι, οὗ διαφόρως μὲν καὶ αἱ Πράξεις τῶν ἀποστόλων ἐμνημόνευσαν, οὐχ ἥκιστα δὲ καὶ Παῦλος Γαλάταις γράφων. τούτων δ' εἶναί φασι καὶ Σωσθένην τὸν ἅμα Παύλωι [1.12.2] Κορινθίοις ἐπιστείλαντα· ἡ δ' ἱστορία παρὰ Κλήμεντι κατὰ τὴν πέμπτην τῶν Ὑποτυπώσεων· ἐν ἧι καὶ Κηφᾶν, περὶ οὗ φησιν ὁ Παῦλος· «ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῶι ἀντέστην», ἕνα φησὶ γεγονέναι τῶν ἑβδομήκοντα μαθητῶν, [1.12.3] ὁμώνυμον Πέτρωι τυγχάνοντα τῶι ἀποστόλωι. καὶ Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς ἀποστόλοις συγκαταλεγέντα τόν τε σὺν αὐτῶι τῆι ὁμοίαι ψήφωι τιμηθέντα τῆς αὐτῆς τῶν ἑβδομήκοντα κλήσεως ἠξιῶσθαι κατέχει λόγος. καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἶναί φασι, περὶ οὗ καὶ ἱστορίαν ἐλθοῦσαν εἰς ἡμᾶς αὐτίκα μάλα ἐκθή[1.12.4]σομαι. καὶ τῶν ἑβδομήκοντα δὲ πλείους τοῦ σωτῆρος πεφηνέναι μαθητὰς εὕροις ἂν ἐπιτηρήσας, μάρτυρι χρώμενος τῶι Παύλωι, μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν ὦφθαι αὐτὸν φήσαντι πρῶτον μὲν Κηφᾶι, ἔπειτα τοῖς δώδεκα, καὶ μετὰ τούτους ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ὧν τινὰς μὲν ἔφασκεν κεκοιμῆσθαι, τοὺς πλείους δ' ἔτι τῶι βίωι, καθ' ὃν καιρὸν αὐτῶι [1.12.5] ταῦτα συνετάττετο, περιμένειν· ἔπειτα δ' ὦφθαι αὐτὸν Ἰακώβωι φησίν· εἷς δὲ καὶ οὗτος τῶν φερομένων τοῦ σωτῆρος ἀδελφῶν ἦν. εἶθ' ὡς παρὰ τούτους κατὰ μίμησιν τῶν δώδεκα πλείστων ὅσων ὑπαρξάντων ἀποστόλων, οἷος καὶ αὐτὸς ὁ Παῦλος ἦν, προστίθησι λέγων· «ἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσιν». ταῦτα μὲν οὖν περὶ τῶνδε.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ἐκκλησιαστικὴ ἱστορία
Übersetzungen dieses Werks
Histoire ecclésiastique vergleichen
Kirchengeschichte (BKV) vergleichen
The Church History of Eusebius vergleichen
Kommentare zu diesem Werk
Einleitung: Kirchengeschichte des Eusebius
Introduction to Eusebius' Church History
Supplementary Notes and Tables

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung