ΛϚ Ὅσα ἄλλα ἐσπούδαστο τῶι Ὠριγένει.
[6.36.1] Τότε δῆτα, οἷα καὶ εἰκὸς ἦν, πληθυούσης τῆς πίστεως πεπαρρησιασμένου τε τοῦ καθ' ἡμᾶς παρὰ πᾶσιν λόγου, ὑπὲρ τὰ ἑξήκοντά φασιν ἔτη τὸν Ὠριγένην γενόμενον, ἅτε δὴ μεγίστην ἤδη συλλεξάμενον ἐκ τῆς μακρᾶς παρασκευῆς ἕξιν, τὰς ἐπὶ τοῦ κοινοῦ λεγομένας αὐτῶι διαλέξεις ταχυγράφοις μεταλαβεῖν ἐπιτρέψαι, οὐ πρότερόν ποτε τοῦτο γενέσθαι συγκεχωρηκότα. [6.36.2] ἐν τούτωι καὶ τὰ πρὸς τὸν ἐπιγεγραμμένον καθ' ἡμῶν Κέλσου τοῦ Ἐπικουρείου Ἀληθῆ λόγον ὀκτὼ τὸν ἀριθμὸν συγγράμματα συντάττει καὶ τοὺς εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον εἴκοσι πέντε τόμους τούς τε εἰς τοὺς δώδεκα προφήτας, ἀφ' ὧν μόνους εὕρομεν πέντε καὶ εἴκοσι. [6.36.3] φέρεται δὲ αὐτοῦ καὶ πρὸς αὐτὸν βασιλέα Φίλιππον ἐπιστολὴ καὶ ἄλλη πρὸς τὴν τούτου γαμετὴν Σευήραν διάφοροί τε ἄλλαι πρὸς διαφόρους· ὧν ὁπόσας σποράδην παρὰ διαφόροις σωθείσας συναγαγεῖν δεδυνήμεθα, ἐν ἰδίαις τόμων περιγραφαῖς, ὡς ἂν μηκέτι διαρρίπτοιντο, κατελέξαμεν, τὸν ἑκατὸν ἀριθμὸν ὑπερβαινούσας. [6.36.4] γράφει δὲ καὶ Φαβιανῶι τῶι κατὰ Ῥώμην ἐπισκόπωι ἑτέροις τε πλείστοις ἄρχουσιν ἐκκλησιῶν περὶ τῆς κατ' αὐτὸν ὀρθοδοξίας. ἔχεις καὶ τούτων τὰς ἀποδείξεις ἐν ἕκτωι τῆς γραφείσης ἡμῖν περὶ τοῦ ἀνδρὸς ἀπολογίας.