LIII.
Ἀλλὰ τί ταῦτα; αὐχοῦσι νῦν ἐπ’ ἐκείνοις οἱ βάρβαροι οἱ τοὺς κατ’ ἐκεῖνο καιροῦ ἐξ ἡμῶν φεύγοντας ὑποδεδεγμένοι καὶ φιλανθρώπῳ τηρήσαντες αἰχμαλωσίᾳ, ὅτι οὐ μόνον τὴν σωτηρίαν ἀλλὰ καὶ τὰ τῆς σεμνότητος αὐτοῖς κατέστησαν ἐν ἀσφαλείᾳ ἔχειν. καὶ νῦν τὸ Ῥωμαίων γένος κηλῖδα ταύτην διηνεκῆ φέρει, ἣν οἱ κατ’ ἐκεῖνο καιροῦ τῆς Ῥωμαϊκῆς οἰκουμένης ἐλαυνόμενοι Χριστιανοὶ καὶ βαρβάροις προσφεύγοντες προσετρίψαντο.