XXIX.
Τούτων δ’ ὧδε πραχθέντων, αὐτίκα βασιλεὺς νόμων εὐσεβῶν διατάξεσι χορηγίαις τε ἀφθόνοις οἶκον εὐκτήριον θεοπρεπῆ ἀμφὶ τὸ σωτήριον ἄντρον ἐγκελεύεται πλουσίᾳ καὶ βασιλικῇ δείμασθαι πολυτελείᾳ, ὡς ἂν ἐκ μακροῦ τοῦτο προτεθειμένος καὶ τὸ μέλλον ἔσεσθαι κρείττονι προμηθείᾳ τεθεαμένος. τοῖς μὲν δὴ τῶν ἐθνῶν τῶν ἐπὶ τῆς ἑῴας ἄρχουσιν ἀφθόνοις καὶ δαψιλέσι χορηγίαις ὑπερφυές τε καὶ μέγα καὶ πλούσιον ἀποδεικνύναι τὸ ἔργον διεκελεύετο, τῷ δὲ τῆς ἐκκλησίας ἐπισκόπῳ τῷ τηνικαῦτα τῆς ἐν Ἱεροσολύμοις προεστῶτι τοιάνδε κατέπεμπε γραφήν, δι’ ἧς τὸ φιλόθεον τῆς αὐτοῦ ψυχῆς τό τε καθαρὸν τῆς εἰς τὸν σωτήριον λόγον πίστεως ἐναργέσι φωναῖς παρίστη, τοῦτον γράφων τὸν τρόπον.
