IV.
ἄλλοις δικάσας βασιλεύς, ὡς ἂν μὴ τὸ ληφθὲν παρ’ αὐτῷ μέρος ἧττον ἀπαλλάττοιτο χαῖρον τοῦ νενικηκότος, ἐξ οἰκείων ἐδωρεῖτο τοῖς νενικημένοις ἄρτι μὲν κτήματα ἄρτι δὲ χρήματα, τοῦ κρατήσαντος δίκην ἐξ ἴσου χαίρειν τὸν ἡττηθέντα παρασκευάζων ὡς ἂν τῆς αὐτοῦ θέας ἀξιωθέντα· μὴ γὰρ ἐξεῖναι ἄλλως τοσούτῳ βασιλεῖ παραστάντα κατηφῆ τινα καὶ λυπηρὸν ἀπαλλάττεσθαι. οὕτω δ’ οὖν ἄμφω φαιδροῖς καὶ μειδιῶσι προσώποις ἀνέλυον τῆς δίκης. θαῦμα δ’ ἐκράτει τοὺς πάντας τῆς βασιλέως μεγαλονοίας.