III
1. Ἀγαθὸν οὗ πάντα ἐφίεται, ὁ ὑπὲρ τὴν οὐσίαν θεὸς ὢν ἀεί, γένεσιν οὐκ ἔχει, οὐκοῦν οὐδ' ἀρχήν· τῶν γὰρ ἐν γενέσει πάντων αὐτὸς ἀρχή. ὁ δὲ ἐξ ἐκείνου ἔχων τὴν ἀναφορὰν εἰς ἐκεῖνον ἑνοῦται πάλιν, ἐκείνῳ τῆς διαστάσεως συγκρίσεώς τε οὐ τοπικῶς ἀλλὰ νοερῶς γινομένης· οὐ γὰρ ζημίᾳ τινὶ τῶν πατρῴων σπλάγχνων συνέστη τὸ γεννηθέν, ὥσπερ ἀμέλει τὰ ἐκ σπερμάτων, ἀλλὰ διατάξει προνοίας ἐπιστάτην [σωτῆρα] τῷ τε αἰσθητῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ μηχανωμένης. τοιγάρτοι πᾶσιν, ὅσα περιείληπται ὑπὸ τοῦ κόσμου, ἡ αἰτία τοῦ εἶναι καὶ ζῆν ἐκεῖθεν· ἐκεῖθεν δὲ καὶ ψυχὴ καὶ πᾶσα αἴσθησις καὶ τὰ ὄργανα, δι' ὧν τὰ σημαινόμενα ὑπὸ τῶν αἰσθήσεων ἀποτελεῖται.
2. τί οὖν δηλοῖ ὁ λόγος; τῶν ὄντων ἁπάντων ἕνα εἶναι προστάτην, καὶ πάνθ' ὑποτετάχθαι τῇ ἐκείνου δεσποτείᾳ μόνου, τά τ' οὐράνια τά τ' ἐπίγεια καὶ τὰ φυσικὰ καὶ ὀργανικὰ σώματα. εἰ γὰρ ἡ τούτων ἀναριθμήτων ὄντων κυρία οὐχ ἑνὸς ἀλλὰ πολλῶν οὖσα ἐτύγχανεν, κλῆροι ἂν καὶ στοιχείων διανεμήσεις καὶ μῦθοι παλαιοὶ καὶ φθόνος καὶ πλεονεξία κατὰ δύναμιν ἐπικρατήσαντα τὴν ἐναρμόνιον τῶν πάντων ὁμόνοιαν διεσάλευε, πολλῶν διαφόρως τὴν λελογχυῖαν ἑκάστῳ μοῖραν διοικονομουμένων,
3. τοῦ δὲ ἀεὶ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν τὸν σύμπαντα κόσμον ἀμελούντων. τίς δ' ἂν ἔγνω τὸν συμπάσης γενέσεως δημιουργόν; εὐχαὶ δὲ καὶ λιτανεῖαι πρὸς τίνα πρῶτον ἢ τελευταῖον; τίνα δὲ θεραπεύων ἐξαιρέτως οὐκ ἂν περὶ τοὺς λοιποὺς ἠσέβησα; ἢ τάχα δ' ἂν καὶ δεόμενος τῶν βιωτικῶν τινος τῷ μὲν συναραμένῳ χάριν ἔγνων, τῷ δ' ἀντιπράξαντι ἐμεμψάμην. τίνι δὲ προσευξάμενος τὴν αἰτίαν <ἂν> τῆς περιστάσεως γνῶναι τῆς τ' ἀπαλλαγῆς τυχεῖν ἠξίουν;
4. θῶμεν δὴ λογίοις καὶ χρησμοῖς ἡμῖν ἀποκεκρίσθαι, μὴ εἶναι δὲ τῆς ἑαυτῶν ἐξουσίας ἄλλῳ τε ταῦτα ἀνήκειν θεῷ· τίς οὖν ἔλεος, ποία δὲ θεοῦ εἰς ἄνθρωπον πρόνοια; εἰ μὴ ἄρα βιαίως ὁ φιλανθρωπότερον πρὸς τὸν μηδεμίαν ἔχοντα σχέσιν διατεθεὶς ἐπεκούρησεν. ὀργὴ δὲ καὶ στάσις καὶ ὄνειδος, ὡς μὴ ἰδιοπραγούντων μηδ' ἀρκουμένων τοῖς ἐπιβάλλουσι διὰ πλεονεξίαν, καὶ τὸ τελευταῖον ἡ πάντων σύγχυσις ἐπηκολούθησεν ἄν.
5. τί οὖν τὰ μετὰ ταῦτα; δῆλον ὡς ἡ τῶν οὐρανίων στάσις τὰ ὑπὸ τὸν οὐρανὸν καὶ τὰ ἐπίγεια διελυμήνατο <ἄν>, ἀφανισθείσης μὲν τῆς τῶν ὡρῶν διατάξεως καιρῶν τε μεταβολῆς καὶ τῆς κατὰ τοὺς καιροὺς τῶν φυομένων καρπῶν ἀπολαύσεως, ἀφανισθείσης δ' ἡμέρας καὶ τῆς διαδεχομένης αὐτὴν νυκτερινῆς ἀναπαύσεως. καὶ τούτων μὲν ἅλις, πάλιν δ' ἐπὶ τὸν ἀνεξέλεγκτον ἐπανήκωμεν λόγον.